1 Corinthians 12

One Body with Many Members

12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν, καὶ μέλη ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστιν σῶμα: οὕτως καὶ χριστός. 13Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι: καὶ πάντες εἰς ἓν πνεῦμα ἐποτίσθημεν. 14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15Ἐὰν εἴπῃ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος: οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16Καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος: οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 17Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ὄσφρησις; 18Νυνὶ δὲ θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν. 19Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20Νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. 21Οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω: πάλιν κεφαλὴ τοῖς ποσίν, Χρείαν ὑμῶν οὐκ ἔχω. 22Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν: 23καὶ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν: καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει: 24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει: ἀλλ᾽ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, 25ἵνα μὴ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη. 26Καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη: εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. 27Ὑμεῖς δέ ἐστε σῶμα χριστοῦ, καὶ μέλη ἐκ μέρους. 28Καὶ οὓς μὲν ἔθετο θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; 30Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; 31Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

  1. Home
  2. Read
  3. Byzantine NT