1. Home
  2. Read
  3. Byzantine NT

1 Corinthians 13

The Way of Love

1Ἐὰν ταῖς γλωσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γεγονα χαλκὸς ἠχῶν κυμβαλον ἀλαλάζον. 2Καὶ ἐὰν ἔχω προφητειαν, καὶ εἰδῶ τὰ μυστηρια παντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πιστιν, ὥστε ὄρη μεθιστανειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. 3Καὶ ἐὰν ψωμισω παντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθησωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. 4 ἀγάπη μακροθυμεῖ, χρηστευεται: ἀγάπη οὐ ζηλοῖ: ἀγάπη οὐ περπερευεται, οὐ φυσιοῦται, 5οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξυνεται, οὐ λογιζεται τὸ κακον, 6οὐ χαιρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαιρει δὲ τῇ ἀληθείᾳ, 7παντα στεγει, παντα πιστευει, παντα ἐλπίζει, παντα ὑπομένει. 8 ἀγάπη οὐδέποτε ἐκπίπτει: εἴτε δὲ προφητεῖαι, καταργηθησονται: εἴτε γλῶσσαι, παυσονται: εἴτε γνῶσις, καταργηθησεται. 9Ἐκ μερους δὲ γινωσκομεν, καὶ ἐκ μερους προφητευομεν: 10ὅταν δὲ ἔλθῃ τὸ τελειον, τοτε τὸ ἐκ μερους καταργηθησεται. 11Ὅτε ἤμην νηπιος, ὡς νηπιος ἐλάλουν, ὡς νηπιος ἐφρόνουν, ὡς νηπιος ἐλογιζόμην: ὅτε δὲ γεγονα ἀνήρ, κατηργηκα τὰ τοῦ νηπιου. 12Βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τοτε δὲ προσωπον πρὸς προσωπον: ἄρτι γινωσκω ἐκ μερους, τοτε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13Νυνὶ δὲ μενει πιστις, ἐλπίς, ἀγάπη, τὰ τρια ταῦτα: μειζων δὲ τουτων ἀγάπη.