1. Home
  2. Read
  3. Byzantine NT

1 Corinthians 15

The Resurrection of Christ

1Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν, καὶ παρελάβετε, ἐν καὶ ἑστήκατε, 2δι᾽ οὗ καὶ σῴζεσθε: τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. 3Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, καὶ παρέλαβον, ὅτι χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς: 4καὶ ὅτι ἐτάφη: καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς: 5καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα: 6ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν: 7ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν: 8ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. 9Ἐγὼ γάρ εἰμι ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ. 10Χάριτι δὲ θεοῦ εἰμι εἰμι, καὶ χάρις αὐτοῦ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾽ χάρις τοῦ θεοῦ σὺν ἐμοί. 11Εἴτε οὖν ἐγώ, εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.

20Νυνὶ δὲ χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. 21Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν. 22Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζῳοποιηθήσονται. 23Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι: ἀπαρχὴ χριστός, ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 24Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. 25Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26Ἔσχατος ἐχθρὸς καταργεῖται θάνατος. 27Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ ὅτι Πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα θεὸς τὰ πάντα ἐν πᾶσιν.

The Resurrection Body

35Ἀλλ᾽ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται; 36Ἄφρον, σὺ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ: 37καὶ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου τινος τῶν λοιπῶν: 38 δὲ θεὸς αὐτῷ δίδωσιν σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα. 39Οὐ πᾶσα σὰρξ αὐτὴ σάρξ: ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν. 40Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια: ἀλλ᾽ ἑτέρα μὲν τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ τῶν ἐπιγείων. 41Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων: ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. 42Οὕτως καὶ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ: 43σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ: σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει: 44σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Ἔστιν σῶμα ψυχικόν, καὶ ἔστιν σῶμα πνευματικόν. 45Οὕτως καὶ γέγραπται, Ἐγένετο πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν. ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. 46Ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. 47 πρῶτος ἄνθρωπος ἐκ γῆς, χοϊκός: δεύτερος ἄνθρωπος κύριος ἐξ οὐρανοῦ. 48Οἷος χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι: 49καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

Mystery and Victory

50Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51Ἰδού, μυστήριον ὑμῖν λέγω: πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, 52ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι: σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται λόγος γεγραμμένος, Κατεπόθη θάνατος εἰς νῖκος. 55Ποῦ σου, Θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾍδη, τὸ νῖκος; 56Τὸ δὲ κέντρον τοῦ θανάτου ἁμαρτία: δὲ δύναμις τῆς ἁμαρτίας νόμος: 57τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. 58Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.