1. Home
  2. Read
  3. Byzantine NT

1 Corinthians 16

Plans for Travel

1Περὶ δὲ τῆς λογιας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διεταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιησατε. 2Κατὰ μιαν σαββατων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθετω, θησαυριζων τι ἂν εὐοδῶται, ἵνα μη, ὅταν ἔλθω, τοτε λογιαι γινωνται. 3Ὅταν δὲ παραγενωμαι, οὓς ἐὰν δοκιμασητε δι᾽ ἐπιστολῶν, τουτους πεμψω ἀπενεγκεῖν τὴν χαριν ὑμῶν εἰς Ἱερουσαλήμ: 4ἐὰν δὲ ἄξιον τοῦ κἀμὲ πορευεσθαι, σὺν ἐμοὶ πορευσονται. 5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διελθω: Μακεδονίαν γὰρ διερχομαι: 6πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, καὶ παραχειμασω, ἵνα ὑμεῖς με προπεμψητε οὗ ἐὰν πορευωμαι. 7Οὐ θελω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν: ἐλπίζω δὲ χρονον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν κυριος ἐπιτρέπῃ. 8Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς: 9θυρα γαρ μοι ἀνέῳγεν μεγαλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοι.