1. Home
  2. Read
  3. Byzantine NT

1 Corinthians 2

6Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελειοις: σοφιαν δὲ οὐ τοῦ αἰῶνος τουτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τουτου, τῶν καταργουμενων: 7ἀλλὰ λαλοῦμεν σοφιαν θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προωρισεν θεὸς πρὸ τῶν αἰώνων εἰς δοξαν ἡμῶν: 8ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τουτου ἔγνωκεν: εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κυριον τῆς δοξης ἐσταύρωσαν: 9ἀλλὰ καθὼς γεγραπται, ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδιαν ἀνθρώπου οὐκ ἀνέβη, ἡτοίμασεν θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 10Ἡμῖν δὲ θεὸς ἀπεκάλυψεν διὰ τοῦ πνευματος αὐτοῦ: τὸ γὰρ πνεῦμα παντα ἐρευνᾷ, καὶ τὰ βαθη τοῦ θεοῦ. 11Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. 12Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κοσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθεντα ἡμῖν. 13 καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφιας λογοις, ἀλλ᾽ ἐν διδακτοῖς πνευματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρινοντες. 14Ψυχικὸς δὲ ἄνθρωπος οὐ δεχεται τὰ τοῦ πνευματος τοῦ θεοῦ: μωρια γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δυναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. 15 δὲ πνευματικὸς ἀνακρίνει μὲν παντα, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται. 16Τίς γὰρ ἔγνω νοῦν κυριου, ὃς συμβιβασει αὐτόν; Ἡμεῖς δὲ νοῦν χριστοῦ ἔχομεν.