1 Corinthians 3

Divisions in the Church

1Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν χριστῷ. 2Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα: οὔπω γὰρ ἐδύνασθε, ἀλλ᾽ οὔτε ἔτι νῦν δύνασθε: 3ἔτι γὰρ σαρκικοί ἐστε: ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; 4Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλώ, οὐχὶ σαρκικοί ἐστε; 5Τίς οὖν ἐστιν Παῦλος, τίς δὲ Ἀπολλώς, ἀλλ᾽ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς κύριος ἔδωκεν; 6Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾽ θεὸς ηὔξανεν. 7Ὥστε οὔτε φυτεύων ἐστίν τι, οὔτε ποτίζων, ἀλλ᾽ αὐξάνων θεός. 8 φυτεύων δὲ καὶ ποτίζων ἕν εἰσιν: ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. 9Θεοῦ γάρ ἐσμεν συνεργοί: θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.

  1. Home
  2. Read
  3. Byzantine NT