1. Home
  2. Read
  3. Byzantine NT

1 Corinthians 6

Lawsuits Against Believers

1Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρινεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κοσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρινεται κοσμος, ἀνάξιοί ἐστε κριτηριων ἐλαχίστων; 3Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; Μήτι γε βιωτικα; 4Βιωτικὰ μὲν οὖν κριτηρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τουτους καθιζετε. 5Πρὸς ἐντροπὴν ὑμῖν λεγω. Οὕτως οὐκ ἔνι ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς δυνησεται διακρῖναι ἀνὰ μεσον τοῦ ἀδελφοῦ αὐτοῦ, 6ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρινεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κριματα ἔχετε μεθ᾽ ἑαυτῶν. Διὰ τι οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τι οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. 9 οὐκ οἴδατε ὅτι ἄδικοι βασιλειαν θεοῦ οὐ κληρονομησουσιν; Μὴ πλανᾶσθε: οὔτε πορνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοι, οὔτε μαλακοι, οὔτε ἀρσενοκοῖται, 10οὔτε πλεονεκται, οὔτε κλεπται, οὔτε μεθυσοι, οὐ λοιδοροι, οὐχ ἅρπαγες, βασιλειαν θεοῦ οὐ κληρονομησουσιν. 11Καὶ ταῦτά τινες ἦτε: ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυριου Ἰησοῦ, καὶ ἐν τῷ πνευματι τοῦ θεοῦ ἡμῶν.

Flee Sexual Immorality

12Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ παντα συμφερει: παντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13Τὰ βρωματα τῇ κοιλίᾳ, καὶ κοιλια τοῖς βρωμασιν: δὲ θεὸς καὶ ταυτην καὶ ταῦτα καταργησει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ κυριος τῷ σωματι: 14 δὲ θεὸς καὶ τὸν κυριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυναμεως αὐτοῦ. 15Οὐκ οἴδατε ὅτι τὰ σωματα ὑμῶν μελη χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μελη τοῦ χριστοῦ ποιησω πορνης μελη; Μὴ γενοιτο. 16Οὐκ οἴδατε ὅτι κολλωμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γαρ, φησιν, οἱ δυο εἰς σαρκα μιαν. 17 δὲ κολλωμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18Φεύγετε τὴν πορνειαν. Πᾶν ἁμάρτημα ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σωματος ἐστιν: δὲ πορνευων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνευματος ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20ἠγοράσθητε γὰρ τιμῆς: δοξασατε δὴ τὸν θεὸν ἐν τῷ σωματι ὑμῶν, καὶ ἐν τῷ πνευματι ὑμῶν, ἅτινά ἐστιν τοῦ θεοῦ.