1. Home
  2. Read
  3. Byzantine NT

1 Corinthians 8

Food Offered to Idols

1Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι παντες γνῶσιν ἔχομεν. γνῶσις φυσιοῖ, δὲ ἀγάπη οἰκοδομεῖ. 2Εἰ δε τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν καθὼς δεῖ γνῶναι: 3εἰ δε τις ἀγαπᾷ τὸν θεον, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ. 4Περὶ τῆς βρωσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς ἕτερος εἰ μὴ εἷς. 5Καὶ γὰρ εἴπερ εἰσὶν λεγομενοι θεοι, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς: ὥσπερ εἰσὶν θεοὶ πολλοι, καὶ κυριοι πολλοι: 6ἀλλ᾽ ἡμῖν εἷς θεὸς πατηρ, ἐξ οὗ τὰ παντα, καὶ ἡμεῖς εἰς αὐτόν: καὶ εἷς κυριος Ἰησοῦς χριστος, δι᾽ οὗ τὰ παντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ. 7Ἀλλ᾽ οὐκ ἐν πᾶσιν γνῶσις: τινὲς δὲ τῇ συνειδησει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ συνειδησις αὐτῶν ἀσθενὴς οὖσα μολυνεται. 8Βρῶμα δὲ ἡμᾶς οὐ παριστησιν τῷ θεῷ: οὔτε γὰρ ἐὰν φαγωμεν περισσευομεν, οὔτε ἐὰν μὴ φαγωμεν ὑστερούμεθα. 9Βλέπετε δὲ μηπως ἐξουσία ὑμῶν αὕτη προσκομμα γενηται τοῖς ἀσθενοῦσιν. 10Ἐὰν γαρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακειμενον, οὐχὶ συνειδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11Καὶ ἀπολεῖται ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνωσει, δι᾽ ὃν χριστὸς ἀπέθανεν; 12Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τυπτοντες αὐτῶν τὴν συνειδησιν ἀσθενοῦσαν, εἰς χριστὸν ἁμαρτάνετε. 13Διόπερ εἰ βρῶμα σκανδαλιζει τὸν ἀδελφόν μου, οὐ μὴ φαγω κρεα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλισω.