1. Home
  2. Read
  3. Byzantine NT

1 Corinthians 9

Paul Surrenders His Rights

1Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ Ἰησοῦν χριστὸν τὸν κυριον ἡμῶν ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; 2Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι: γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. 3 ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστίν. 4Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; 5Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιαγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ κυριου, καὶ Κηφᾶς; 6 μονος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; 7Τίς στρατευεται ἰδίοις ὀψωνίοις ποτε; Τίς φυτευει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; τις ποιμαινει ποιμνην, καὶ ἐκ τοῦ γαλακτος τῆς ποιμνης οὐκ ἐσθίει; 8Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; οὐχὶ καὶ νομος ταῦτα λεγει; 9Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γεγραπται, Οὐ φιμωσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μελει τῷ θεῷ; 10 δι᾽ ἡμᾶς παντως λεγει; Δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾽ ἐλπίδι ὀφείλει ἀροτριῶν ἀροτριᾷν, καὶ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετεχειν ἐπ᾽ ἐλπίδι. 11Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μεγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερισομεν; 12Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετεχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ παντα στεγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ. 13Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ προσεδρευοντες τῷ θυσιαστηρίῳ συμμεριζονται; 14Οὕτως καὶ κυριος διεταξεν τοῖς τὸ εὐαγγέλιον καταγγελλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν. 15Ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τουτων: οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γενηται ἐν ἐμοί: καλὸν γαρ μοι μᾶλλον ἀποθανεῖν, τὸ καυχημα μου ἵνα τις κενώσῃ. 16Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καυχημα: ἀνάγκη γαρ μοι ἐπίκειται: οὐαὶ δε μοι ἐστίν, ἐὰν μὴ εὐαγγελίζωμαι. 17Εἰ γὰρ ἑκὼν τοῦτο πρασσω, μισθὸν ἔχω: εἰ δὲ ἄκων, οἰκονομίαν πεπιστευμαι. 18Τίς οὖν μοι ἐστιν μισθος; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θησω τὸ εὐαγγέλιον τοῦ χριστοῦ, εἰς τὸ μὴ καταχρησασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. 19Ἐλεύθερος γὰρ ὢν ἐκ παντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλειονας κερδησω. 20Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδησω: τοῖς ὑπὸ νομον ὡς ὑπὸ νομον, ἵνα τοὺς ὑπὸ νομον κερδησω: 21τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ ἀλλ᾽ ἔννομος χριστῷ, ἵνα κερδησω ἀνόμους. 22Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδησω. Τοῖς πᾶσιν γεγονα τὰ παντα, ἵνα παντως τινὰς σωσω. 23Τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γενωμαι. 24Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρεχοντες παντες μὲν τρεχουσιν, εἷς δὲ λαμβανει τὸ βραβεῖον; Οὕτως τρεχετε, ἵνα καταλαβητε. 25Πᾶς δὲ ἀγωνιζόμενος παντα ἐγκρατεύεται: ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στεφανον λαβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26Ἐγὼ τοινυν οὕτως τρεχω ὡς οὐκ ἀδήλως: οὕτως πυκτευω, ὡς οὐκ ἀέρα δερων: 27ἀλλ᾽ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μηπως, ἄλλοις κηρυξας, αὐτὸς ἀδόκιμος γενωμαι.