1 John 2

Warning Concerning Antichrist

18Παιδία, ἐσχάτη ὥρα ἐστίν: καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν: ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν: εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν: ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. 20Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου, καὶ οἴδατε πάντα. 21Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾽ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. 22Τίς ἐστιν ψεύστης, εἰ μὴ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν χριστός; Οὗτός ἐστιν ἀντίχριστος, ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23Πᾶς ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει. 24Ὑμεῖς οὖν ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. 25Καὶ αὕτη ἐστὶν ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον. 26Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27Καὶ ὑμεῖς, τὸ χρίσμα ἐλάβετε ἀπ᾽ αὐτοῦ ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς: ἀλλ᾽ ὡς τὸ αὐτὸ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν, καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μενεῖτε ἐν αὐτῷ. 28Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ: ἵνα ὅταν φανερωθῇ, ἔχωμεν παρρησίαν, καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι πᾶς ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.

  1. Home
  2. Read
  3. Byzantine NT