1 John 5

Overcoming the World

1Πᾶς πιστεύων ὅτι Ἰησοῦς ἐστὶν χριστός, ἐκ τοῦ θεοῦ γεγέννηται: καὶ πᾶς ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. 2Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 3Αὕτη γάρ ἐστιν ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν: καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. 4Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον: καὶ αὕτη ἐστὶν νίκη νικήσασα τὸν κόσμον, πίστις ἡμῶν. 5Τίς ἐστιν νικῶν τὸν κόσμον, εἰ μὴ πιστεύων ὅτι Ἰησοῦς ἐστὶν υἱὸς τοῦ θεοῦ; 6Οὗτός ἐστιν ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος, Ἰησοῦς χριστός: οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ τῷ αἵματι. Καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἀλήθεια. 7Ὅτι τρεῖς εἰσὶν οἱ μαρτυροῦντες, 8τὸ πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα: καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. 9Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν: ὅτι αὕτη ἐστὶν μαρτυρία τοῦ θεοῦ, ἣν μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. 10 πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ: μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν, ἣν μεμαρτύρηκεν θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. 11Καὶ αὕτη ἐστὶν μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν θεός, καὶ αὕτη ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστίν. 12 ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν: μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.

  1. Home
  2. Read
  3. Byzantine NT