1. Home
  2. Read
  3. Byzantine NT

1 Thessalonians 4

A Life Pleasing to God

1Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ καθὼς παρελαβετε παρ᾽ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, ἵνα περισσευητε μᾶλλον. 2Οἴδατε γὰρ τινας παραγγελιας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυριου Ἰησοῦ. 3Τοῦτο γαρ ἐστιν θελημα τοῦ θεοῦ, ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνειας: 4εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, 5μὴ ἐν παθει ἐπιθυμίας, καθαπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεον: 6τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πραγματι τὸν ἀδελφὸν αὐτοῦ: διοτι ἔκδικος κυριος περὶ παντων τουτων, καθὼς καὶ προειπομεν ὑμῖν καὶ διεμαρτυραμεθα. 7Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾽ ἐν ἁγιασμῷ. 8Τοιγαροῦν ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν θεὸν τὸν καὶ δοντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς.