1. Home
  2. Read
  3. Byzantine NT

1 Timothy 4

A Good Servant of Christ Jesus

6Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διακονος Ἰησοῦ χριστοῦ, ἐντρεφόμενος τοῖς λογοις τῆς πιστεως, καὶ τῆς καλῆς διδασκαλιας παρηκολουθηκας. 7Τοὺς δὲ βεβηλους καὶ γραωδεις μυθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν: 8 γὰρ σωματικὴ γυμνασια πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος: δὲ εὐσέβεια πρὸς παντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλουσης. 9Πιστὸς λογος καὶ πασης ἀποδοχῆς ἄξιος. 10Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ παντων ἀνθρώπων, μαλιστα πιστῶν. 11Παράγγελλε ταῦτα καὶ διδασκε. 12Μηδείς σου τῆς νεοτητος καταφρονειτω, ἀλλὰ τυπος γινου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνευματι, ἐν πιστει, ἐν ἁγνείᾳ. 13Ἕως ἔρχομαι, προσεχε τῇ ἀναγνώσει, τῇ παρακλησει, τῇ διδασκαλίᾳ. 14Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρισματος, ἐδόθη σοι διὰ προφητειας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτεριου. 15Ταῦτα μελετα, ἐν τουτοις ἴσθι, ἵνα σου προκοπὴ φανερὰ ἐν πᾶσιν. 16Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Ἐπίμενε αὐτοῖς: τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σωσεις καὶ τοὺς ἀκούοντάς σου.