1. Home
  2. Read
  3. Byzantine NT

1 Timothy 6

False Teachers and Human Greed

3Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσερχεται ὑγιαίνουσιν λογοις, τοῖς τοῦ κυριου ἡμῶν Ἰησοῦ χριστοῦ, καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ, 4τετυφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητησεις καὶ λογομαχιας, ἐξ ὧν γινεται φθονος, ἔρις, βλασφημιαι, ὑπόνοιαι πονηραι, 5διαπαρατριβαὶ διεφθαρμενων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζοντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν τοιουτων. 6Ἔστιν δὲ πορισμὸς μεγας εὐσέβεια μετὰ αὐταρκείας: 7οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κοσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυναμεθα: 8ἔχοντες δὲ διατροφὰς καὶ σκεπασματα τουτοις ἀρκεσθησόμεθα. 9Οἱ δὲ βουλομενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγιδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερας, αἵτινες βυθιζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. 10Ῥίζα γὰρ παντων τῶν κακῶν ἐστὶν φιλαργυρια: ἧς τινὲς ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πιστεως, καὶ ἑαυτοὺς περιεπειραν ὀδύναις πολλαῖς.