1. Home
  2. Read
  3. Byzantine NT

2 Corinthians 1

Introduction

1Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ διὰ θεληματος θεοῦ, καὶ Τιμόθεος ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ: 2χαρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυριου Ἰησοῦ χριστοῦ. 3Εὐλογητὸς θεὸς καὶ πατὴρ τοῦ κυριου ἡμῶν Ἰησοῦ χριστοῦ, πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πασης παρακλησεως, 4 παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλιψει ἡμῶν, εἰς τὸ δυνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλιψει, διὰ τῆς παρακλησεως ἧς παρακαλουμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ. 5Ὅτι καθὼς περισσευει τὰ παθηματα τοῦ χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ χριστοῦ περισσευει καὶ παρακλησις ἡμῶν. 6Εἴτε δὲ θλιβομεθα, ὑπὲρ τῆς ὑμῶν παρακλησεως καὶ σωτηριας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθηματων ὧν καὶ ἡμεῖς πασχομεν: καὶ ἐλπὶς ἡμῶν βεβαια ὑπὲρ ὑμῶν: εἴτε παρακαλουμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλησεως καὶ σωτηριας: 7εἰδότες ὅτι ὥσπερ κοινωνοι ἐστε τῶν παθηματων, οὕτως καὶ τῆς παρακλησεως. 8Οὐ γὰρ θελομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλιψεως ἡμῶν τῆς γενομενης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾽ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δυναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. 9Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανατου ἐσχήκαμεν, ἵνα μὴ πεποιθοτες ὦμεν ἐφ᾽ ἑαυτοῖς ἀλλ᾽ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρους: 10ὃς ἐκ τηλικουτου θανατου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11συνυπουργουντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεησει, ἵνα ἐκ πολλῶν προσωπων τὸ εἰς ἡμᾶς χαρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν.

15Καὶ ταύτῃ τῇ πεποιθησει ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς τὸ προτερον, ἵνα δευτεραν χαριν ἔχητε: 16καὶ δι᾽ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ παλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17Τοῦτο οὖν βουλευομενος, μητι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; βουλευομαι, κατὰ σαρκα βουλευομαι, ἵνα παρ᾽ ἐμοὶ τὸ Ναί, ναὶ καὶ τὸ Οὔ, οὔ; 18Πιστὸς δὲ θεος, ὅτι λογος ἡμῶν πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ οὔ. 19 γὰρ τοῦ θεοῦ υἱὸς Ἰησοῦς χριστὸς ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθεις, δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γεγονεν. 20Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί, καὶ ἐν αὐτῷ τὸ Ἀμήν, τῷ θεῷ πρὸς δοξαν δι᾽ ἡμῶν. 21 δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς χριστον, καὶ χρισας ἡμᾶς, θεος: 22 καὶ σφραγισαμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνευματος ἐν ταῖς καρδιαις ἡμῶν.