2 Corinthians 12

Paul’s Vision and His Thorn

1Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι: ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. 2Οἶδα ἄνθρωπον ἐν χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων-εἴτε ἐν σώματι οὐκ οἶδα: εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα: θεὸς οἶδεν-ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον-εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα: θεὸς οἶδεν- 4ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι: ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου: 6ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων: ἀλήθειαν γὰρ ἐρῶ: φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ βλέπει με, ἀκούει τι ἐξ ἐμοῦ. 7Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. 8Ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ. 9Καὶ εἴρηκέν μοι, Ἀρκεῖ σοι χάρις μου: γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ δύναμις τοῦ χριστοῦ. 10Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ χριστοῦ: ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.

  1. Home
  2. Read
  3. Byzantine NT