1. Home
  2. Read
  3. Byzantine NT

2 Corinthians 3

Ministers of a New Covenant

1Ἀρχόμεθα παλιν ἑαυτοὺς συνιστανειν; Εἰ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἐξ ὑμῶν συστατικῶν; 2 ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστέ, ἐγγεγραμμένη ἐν ταῖς καρδιαις ἡμῶν, γινωσκομενη καὶ ἀναγινωσκομένη ὑπὸ παντων ἀνθρώπων: 3φανερουμενοι ὅτι ἐστὲ ἐπιστολὴ χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, ἐγγεγραμμένη οὐ μελανι, ἀλλὰ πνευματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθιναις, ἀλλ᾽ ἐν πλαξὶν καρδιαις σαρκιναις. 4Πεποίθησιν δὲ τοιαυτην ἔχομεν διὰ τοῦ χριστοῦ πρὸς τὸν θεον: 5οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογισασθαι τι ὡς ἐξ ἑαυτῶν, ἀλλ᾽ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ: 6ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακονους καινῆς διαθηκης, οὐ γραμματος, ἀλλὰ πνευματος: τὸ γὰρ γραμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. 7Εἰ δὲ διακονια τοῦ θανατου ἐν γραμμασιν, ἐντετυπωμένη ἐν λιθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δυνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ προσωπον Μωϋσέως διὰ τὴν δοξαν τοῦ προσωπου αὐτοῦ, τὴν καταργουμενην, 8πῶς οὐχὶ μᾶλλον διακονια τοῦ πνευματος ἔσται ἐν δόξῃ; 9Εἰ γὰρ διακονια τῆς κατακρισεως δοξα, πολλῷ μᾶλλον περισσευει διακονια τῆς δικαιοσυνης ἐν δόξῃ. 10Καὶ γὰρ οὐ δεδοξασται τὸ δεδοξασμενον ἐν τούτῳ τῷ μερει, ἕνεκεν τῆς ὑπερβαλλούσης δοξης. 11Εἰ γὰρ τὸ καταργουμενον, διὰ δοξης, πολλῷ μᾶλλον τὸ μενον, ἐν δόξῃ.