1. Home
  2. Read
  3. Byzantine NT

2 Corinthians 8

Encouragement to Give Generously

1Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χαριν τοῦ θεοῦ τὴν δεδομενην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας: 2ὅτι ἐν πολλῇ δοκιμῇ θλιψεως περισσεια τῆς χαρᾶς αὐτῶν καὶ κατὰ βαθους πτωχεια αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. 3Ὅτι κατὰ δυναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δυναμιν αὐθαίρετοι, 4μετὰ πολλῆς παρακλησεως δεομενοι ἡμῶν, τὴν χαριν καὶ τὴν κοινωνιαν τῆς διακονιας τῆς εἰς τοὺς ἁγίους: 5καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ᾽ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ, καὶ ἡμῖν διὰ θεληματος θεοῦ 6εἰς τὸ παρακαλεσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενηρξατο, οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χαριν ταυτην. 7Ἀλλ᾽ ὥσπερ ἐν παντὶ περισσευετε, πιστει, καὶ λόγῳ, καὶ γνωσει, καὶ πάσῃ σπουδῇ, καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χαριτι περισσευητε. 8Οὐ κατ᾽ ἐπιταγὴν λεγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνησιον δοκιμαζων. 9Γινώσκετε γὰρ τὴν χαριν τοῦ κυριου ἡμῶν Ἰησοῦ χριστοῦ, ὅτι δι᾽ ὑμᾶς ἐπτώχευσεν, πλουσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτησητε. 10Καὶ γνωμην ἐν τούτῳ διδωμι: τοῦτο γὰρ ὑμῖν συμφερει, οἵτινες οὐ μονον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θελειν προενηρξασθε ἀπὸ περυσι. 11Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως, καθαπερ προθυμια τοῦ θελειν, οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. 12Εἰ γὰρ προθυμια προκειται, καθὸ ἐὰν ἔχῃ τις, εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. 13Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλιψις: ἀλλ᾽ ἐξ ἰσότητος, ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περισσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, 14ἵνα καὶ τὸ ἐκείνων περισσευμα γενηται εἰς τὸ ὑμῶν ὑστέρημα: ὅπως γενηται ἰσότης, 15καθὼς γεγραπται, τὸ πολυ, οὐκ ἐπλεόνασεν: καὶ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν.

Commendation to Titus

16Χάρις δὲ τῷ θεῷ τῷ διδοντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου. 17Ὅτι τὴν μὲν παρακλησιν ἐδέξατο, σπουδαιοτερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. 18Συνεπέμψαμεν δὲ μετ᾽ αὐτοῦ τὸν ἀδελφόν, οὗ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν: 19οὐ μονον δε, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνεκδημος ἡμῶν σὺν τῇ χαριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾽ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ κυριου δοξαν καὶ προθυμιαν ἡμῶν: 20στελλομενοι τοῦτο, μη τις ἡμᾶς μωμησηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾽ ἡμῶν: 21προνοουμενοι καλὰ οὐ μονον ἐνώπιον κυριου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. 22Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλακις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιοτερον, πεποιθησει πολλῇ τῇ εἰς ὑμᾶς. 23Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργος: εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δοξα χριστοῦ. 24Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν, καὶ ἡμῶν καυχησεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε εἰς προσωπον τῶν ἐκκλησιῶν.