1. Home
  2. Read
  3. Byzantine NT

2 Thessalonians 1

3Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ παντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει πιστις ὑμῶν, καὶ πλεοναζει ἀγάπη ἑνὸς ἑκάστου παντων ὑμῶν εἰς ἀλλήλους: 4ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πιστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλιψεσιν αἷς ἀνέχεσθε: 5ἔνδειγμα τῆς δικαιας κρισεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλειας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πασχετε: 6εἴπερ δικαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλιβουσιν ὑμᾶς θλιψιν, 7καὶ ὑμῖν τοῖς θλιβομενοις ἄνεσιν μεθ᾽ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ κυριου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυναμεως αὐτοῦ, 8ἐν πυρὶ φλογος, διδοντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεον, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυριου ἡμῶν Ἰησοῦ: 9οἵτινες δικην τισουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσωπου τοῦ κυριου καὶ ἀπὸ τῆς δοξης τῆς ἰσχύος αὐτοῦ, 10ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστευσασιν ὅτι ἐπιστεύθη τὸ μαρτυριον ἡμῶν ἐφ᾽ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 11Εἰς καὶ προσευχομεθα παντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλησεως θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πιστεως ἐν δυναμει: 12ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυριου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χαριν τοῦ θεοῦ ἡμῶν καὶ κυριου Ἰησοῦ χριστοῦ.