1. Read
  2. Byzantine NT

2 Timothy 1

Guard the Deposit Entrusted to You

3Χάριν ἔχω τῷ θεῷ, λατρευω ἀπὸ προγονων ἐν καθαρᾷ συνειδησει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνειαν ἐν ταῖς δεησεσιν μου νυκτὸς καὶ ἡμέρας, 4ἐπιποθῶν σε ἰδεῖν, μεμνημενος σου τῶν δακρυων, ἵνα χαρᾶς πληρωθῶ, 5ὑπόμνησιν λαμβανων τῆς ἐν σοὶ ἀνυποκρίτου πιστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρι σου Εὐνίκῃ, πεπεισμαι δὲ ὅτι καὶ ἐν σοι. 6Δι᾽ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χαρισμα τοῦ θεοῦ, ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. 7Οὐ γὰρ ἔδωκεν ἡμῖν θεὸς πνεῦμα δειλιας, ἀλλὰ δυναμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. 8Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτυριον τοῦ κυριου ἡμῶν, μηδὲ ἐμὲ τὸν δεσμιον αὐτοῦ: ἀλλὰ συγκακοπαθησον τῷ εὐαγγελίῳ κατὰ δυναμιν θεοῦ, 9τοῦ σωσαντος ἡμᾶς καὶ καλεσαντος κλησει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾽ ἰδίαν προθεσιν καὶ χαριν τὴν δοθεῖσαν ἡμῖν ἐν χριστῷ Ἰησοῦ πρὸ χρονων αἰωνίων, 10φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ, καταργησαντος μὲν τὸν θανατον, φωτισαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11εἰς ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδασκαλος ἐθνῶν. 12Δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πασχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι: οἶδα γὰρ πεπιστευκα, καὶ πεπεισμαι ὅτι δυνατος ἐστιν τὴν παραθηκην μου φυλαξαι εἰς ἐκείνην τὴν ἡμέραν. 13Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λογων ὧν παρ᾽ ἐμοῦ ἤκουσας, ἐν πιστει καὶ ἀγάπῃ τῇ ἐν χριστῷ Ἰησοῦ. 14Τὴν καλὴν παραθηκην φυλαξον διὰ πνευματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.