1. Read
  2. Byzantine NT

2 Timothy 2

A Good Soldier of Christ Jesus

1Σὺ οὖν, τεκνον μου, ἐνδυναμοῦ ἐν τῇ χαριτι τῇ ἐν χριστῷ Ἰησοῦ. 2Καὶ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτυρων, ταῦτα παραθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδαξαι. 3Σὺ οὖν κακοπαθησον ὡς καλὸς στρατιωτης Ἰησοῦ χριστοῦ. 4Οὐδεὶς στρατευομενος ἐμπλέκεται ταῖς τοῦ βιου πραγματειαις, ἵνα τῷ στρατολογησαντι ἀρέσῃ. 5Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομιμως ἀθλήσῃ. 6Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβανειν. 7Νόει λεγω: δῴη γαρ σοι κυριος συνεσιν ἐν πᾶσιν. 8Μνημόνευε Ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπερματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου: 9ἐν κακοπαθῶ μεχρι δεσμῶν, ὡς κακοῦργος: ἀλλ᾽ λογος τοῦ θεοῦ οὐ δεδεται. 10Διὰ τοῦτο παντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηριας τυχωσιν τῆς ἐν χριστῷ Ἰησοῦ, μετὰ δοξης αἰωνίου. 11Πιστὸς λογος: εἰ γὰρ συναπεθανομεν, καὶ συζησομεν: 12εἰ ὑπομένομεν, καὶ συμβασιλευσομεν: εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς: 13εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μενει: ἀρνήσασθαι ἑαυτὸν οὐ δυναται.

A Worker Approved by God

14Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρομενος ἐνώπιον τοῦ κυριου μὴ λογομαχεῖν εἰς οὐδὲν χρησιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15Σπούδασον σεαυτὸν δοκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λογον τῆς ἀληθείας. 16Τὰς δὲ βεβηλους κενοφωνιας περιΐστασο: ἐπὶ πλεῖον γὰρ προκοψουσιν ἀσεβείας, 17καὶ λογος αὐτῶν ὡς γαγγραινα νομὴν ἕξει: ὧν ἐστὶν Ὑμέναιος καὶ Φιλητός: 18οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λεγοντες τὴν ἀνάστασιν ἤδη γεγονεναι, καὶ ἀνατρέπουσιν την τινων πιστιν. 19 μεντοι στερεὸς θεμελιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταυτην, Ἔγνω κυριος τοὺς ὄντας αὐτοῦ, και, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὀνομάζων τὸ ὄνομα κυριου. 20Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μονον σκευη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξυλινα καὶ ὀστράκινα, καὶ μὲν εἰς τιμην, δὲ εἰς ἀτιμίαν. 21Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τουτων, ἔσται σκεῦος εἰς τιμην, ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. 22Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε: διωκε δὲ δικαιοσυνην, πιστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν κυριον ἐκ καθαρᾶς καρδιας. 23Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητησεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μαχας. 24Δοῦλον δὲ κυριου οὐ δεῖ μαχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς παντας, διδακτικον, ἀνεξίκακον, 25ἐν πρᾳότητι παιδευοντα τοὺς ἀντιδιατιθεμένους: μηποτε δῷ αὐτοῖς θεὸς μετανοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβολου παγιδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θελημα.