1. Read
  2. Byzantine NT

2 Timothy 3

All Scripture Breathed Out by God

1Τοῦτο δὲ γινωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποι. 2Ἔσονται γὰρ οἱ ἄνθρωποι φιλαυτοι, φιλαργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλασφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, 3ἄστοργοι, ἄσπονδοι, διαβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, 4προδοται, προπετεῖς, τετυφωμενοι, φιληδονοι μᾶλλον φιλοθεοι, 5ἔχοντες μορφωσιν εὐσεβείας, τὴν δὲ δυναμιν αὐτῆς ἠρνημένοι: καὶ τουτους ἀποτρέπου. 6Ἐκ τουτων γαρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτεύοντες γυναικαρια σεσωρευμενα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικιλαις, 7παντοτε μανθανοντα, καὶ μηδεποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυναμενα. 8Ὃν τροπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμενοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πιστιν. 9Ἀλλ᾽ οὐ προκοψουσιν ἐπὶ πλεῖον: γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἐκείνων ἐγένετο. 10Σὺ δὲ παρηκολουθηκας μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθεσει, τῇ πιστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11τοῖς διωγμοῖς, τοῖς παθημασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα: καὶ ἐκ παντων με ἐρρύσατο κυριος. 12Καὶ παντες δὲ οἱ θελοντες εὐσεβῶς ζῇν ἐν χριστῷ Ἰησοῦ διωχθησονται. 13Πονηροὶ δὲ ἄνθρωποι καὶ γοητες προκοψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανωμενοι. 14Σὺ δὲ μενε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τινος ἔμαθες, 15καὶ ὅτι ἀπὸ βρεφους τὰ ἱερὰ γραμματα οἶδας, τὰ δυναμενα σε σοφισαι εἰς σωτηριαν διὰ πιστεως τῆς ἐν χριστῷ Ἰησοῦ. 16Πᾶσα γραφὴ θεοπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλιαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδειαν τὴν ἐν δικαιοσύνῃ: 17ἵνα ἄρτιος τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.