1. Home
  2. Read
  3. Byzantine NT

2 Timothy 4

Preach the Word

1Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ θεοῦ, καὶ τοῦ κυριου Ἰησοῦ χριστοῦ, τοῦ μελλοντος κρινειν ζῶντας καὶ νεκρους, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλειαν αὐτοῦ, 2κηρυξον τὸν λογον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακαλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλιας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκαλους, κνηθομενοι τὴν ἀκοήν: 4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μυθους ἐκτραπήσονται. 5Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπαθησον, ἔργον ποιησον εὐαγγελιστοῦ, τὴν διακονιαν σου πληροφορησον. 6Ἐγὼ γὰρ ἤδη σπενδομαι, καὶ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. 7Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρομον τετελεκα, τὴν πιστιν τετηρηκα: 8λοιπον, ἀπόκειταί μοι τῆς δικαιοσυνης στεφανος, ὃν ἀποδώσει μοι κυριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, δικαιος κριτης: οὐ μονον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.

Personal Instructions

9Σπούδασον ἐλθεῖν προς με ταχεως: 10Δημᾶς γαρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην: Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. 11Λουκᾶς ἐστὶν μονος μετ᾽ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ: ἔστιν γαρ μοι εὔχρηστος εἰς διακονιαν. 12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13Τὸν φελονην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φερε, καὶ τὰ βιβλια, μαλιστα τὰς μεμβρανας. 14Ἀλέξανδρος χαλκεὺς πολλα μοι κακὰ ἐνεδείξατο: ἀποδῴη αὐτῷ κυριος κατὰ τὰ ἔργα αὐτοῦ: 15ὃν καὶ σὺ φυλασσου, λιαν γὰρ ἀνθέστηκεν τοῖς ἡμετέροις λογοις. 16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγενετο, ἀλλὰ παντες με ἐγκατέλιπον: μὴ αὐτοῖς λογισθειη. 17 δὲ κυριος μοι παρεστη, καὶ ἐνεδυνάμωσέν με, ἵνα δι᾽ ἐμοῦ τὸ κηρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ παντα τὰ ἔθνη: καὶ ἐρρύσθην ἐκ στοματος λεοντος. 18Καὶ ῥύσεταί με κυριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σωσει εἰς τὴν βασιλειαν αὐτοῦ τὴν ἐπουράνιον: δοξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.