30Ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ: καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά: τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.