1. Home
  2. Read
  3. Byzantine NT

Acts 1

6Οἱ μὲν οὖν συνελθοντες ἐπηρώτων αὐτὸν λεγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλειαν τῷ Ἰσραήλ; 7Εἶπεν δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρονους καιροὺς οὓς πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. 8Ἀλλὰ ληψεσθε δυναμιν, ἐπελθόντος τοῦ ἁγίου πνευματος ἐφ᾽ ὑμᾶς: καὶ ἔσεσθέ μοι μαρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. 9Καὶ ταῦτα εἰπών, βλεποντων αὐτῶν ἐπήρθη, καὶ νεφελη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομενου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δυο παρειστηκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, 11οἳ καὶ εἶπον, Ἄνδρες Γαλιλαῖοι, τι ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος Ἰησοῦς, ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τροπον ἐθεάσασθε αὐτὸν πορευομενον εἰς τὸν οὐρανόν.

15Καὶ ἐν ταῖς ἡμέραις ταυταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν- ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι- 16Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταυτην, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στοματος Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομενου ὁδηγοῦ τοῖς συλλαβοῦσιν τὸν Ἰησοῦν. 17Ὅτι κατηριθμημενος ἦν σὺν ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονιας ταυτης- 18Οὗτος μὲν οὖν ἐκτήσατο χωριον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενομενος ἐλάκησεν μεσος, καὶ ἐξεχύθη παντα τὰ σπλαγχνα αὐτοῦ. 19Καὶ γνωστὸν ἐγένετο πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωριον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμά, τοῦτ᾽ ἔστιν, χωριον αἵματος- 20Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν, Γενηθήτω ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω κατοικῶν ἐν αὐτῇ: και, Τὴν ἐπισκοπὴν αὐτοῦ λαβοι ἕτερος. 21Δεῖ οὖν τῶν συνελθοντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς κυριος Ἰησοῦς, 22ἀρξάμενος ἀπὸ τοῦ βαπτισματος Ἰωάννου, ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾽ ἡμῶν, μαρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενεσθαι σὺν ἡμῖν ἕνα τουτων. 23Καὶ ἔστησαν δυο, Ἰωσὴφ τὸν καλουμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. 24Καὶ προσευξαμενοι εἶπον, Σὺ κυριε καρδιογνῶστα παντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τουτων τῶν δυο ἕνα 25λαβεῖν τὸν κλῆρον τῆς διακονιας ταυτης καὶ ἀποστολῆς, ἐξ ἧς παρεβη Ἰούδας, πορευθῆναι εἰς τὸν τοπον τὸν ἴδιον. 26Καὶ ἔδωκαν κληρους αὐτῶν, καὶ ἔπεσεν κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφισθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.