1. Read
  2. Byzantine NT

Acts 13

Barnabas and Saul On Cyprus

4Οὗτοι μὲν οὖν, ἐκπεμφθέντες ὑπὸ τοῦ πνευματος τοῦ ἁγίου, κατῆλθον εἰς τὴν Σελεύκειαν: ἐκεῖθεν δὲ ἀπέπλευσαν εἰς τὴν Κύπρον. 5Καὶ γενομενοι ἐν Σαλαμῖνι, κατηγγελλον τὸν λογον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων: εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου, εὗρόν τινα μαγον ψευδοπροφητην Ἰουδαῖον, ὄνομα Βαρϊησοῦς, 7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσαμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λογον τοῦ θεοῦ. 8Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, μαγος - οὕτως γὰρ μεθερμηνευεται τὸ ὄνομα αὐτοῦ - ζητῶν διαστρεψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πιστεως. 9Σαῦλος δε, καὶ Παῦλος, πλησθεὶς πνευματος ἁγίου, καὶ ἀτενίσας εἰς αὐτὸν 10εἶπεν, πληρης παντὸς δολου καὶ πασης ῥᾳδιουργίας, υἱὲ διαβολου, ἐχθρὲ πασης δικαιοσυνης, οὐ παύσῃ διαστρεφων τὰς ὁδοὺς κυριου τὰς εὐθείας; 11Καὶ νῦν ἰδού, χεὶρ κυριου ἐπὶ σε, καὶ ἔσῃ τυφλος, μὴ βλεπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκοτος, καὶ περιαγων ἐζήτει χειραγωγους. 12Τότε ἰδὼν ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυριου.

Paul and Barnabas At Antioch In Pisidia

13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14Αὐτοὶ δὲ διελθοντες ἀπὸ τῆς Πέργης, παρεγενοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββατων, ἐκάθισαν. 15Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νομου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λεγοντες, Ἄνδρες ἀδελφοί, εἰ ἔστιν λογος ἐν ὑμῖν παρακλησεως πρὸς τὸν λαον, λεγετε. 16Ἀναστὰς δὲ Παῦλος, καὶ κατασεισας τῇ χειρι, εἶπεν, Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβουμενοι τὸν θεον, ἀκούσατε. 17 θεὸς τοῦ λαοῦ τουτου ἐξελέξατο τοὺς πατερας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχιονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. 18Καὶ ὡς τεσσαρακονταετῆ χρονον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 19Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληρονομησεν αὐτοῖς τὴν γῆν αὐτῶν. 20Καὶ μετὰ ταῦτα, ὡς ἔτεσιν τετρακοσιοις καὶ πεντηκοντα, ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ προφητου. 21Κἀκεῖθεν ᾐτήσαντο βασιλεα, καὶ ἔδωκεν αὐτοῖς θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαρακοντα. 22Καὶ μεταστησας αὐτόν, ἤγειρεν αὐτοῖς τὸν Δαυὶδ εἰς βασιλεα, καὶ εἶπεν μαρτυρησας, Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδιαν μου, ὃς ποιησει παντα τὰ θεληματα μου. 23Τούτου θεὸς ἀπὸ τοῦ σπερματος κατ᾽ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτηριαν, 24προκηρυξαντος Ἰωάννου πρὸ προσωπου τῆς εἰσόδου αὐτοῦ βαπτισμα μετανοιας τῷ Ἰσραήλ. 25Ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρομον, ἔλεγεν, Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ᾽ ἰδού, ἔρχεται μετ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. 26Ἄνδρες ἀδελφοί, υἱοὶ γενους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβουμενοι τὸν θεον, ὑμῖν λογος τῆς σωτηριας ταυτης ἀπεστάλη. 27Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σαββατον ἀναγινωσκομένας, κριναντες ἐπλήρωσαν. 28Καὶ μηδεμιαν αἰτίαν θανατου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. 29Ὡς δὲ ἐτέλεσαν παντα τὰ περὶ αὐτοῦ γεγραμμενα, καθελοντες ἀπὸ τοῦ ξυλου, ἔθηκαν εἰς μνημεῖον. 30 δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν: 31ὃς ὤφθη ἐπὶ ἡμέρας πλειους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσιν μαρτυρες αὐτοῦ πρὸς τὸν λαον. 32Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατερας ἐπαγγελίαν γενομενην, ὅτι ταυτην θεὸς ἐκπεπλήρωκεν τοῖς τεκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν: 33ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γεγραπται, Υἱός μου εἶ συ, ἐγὼ σημερον γεγεννηκα σε. 34Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκετι μελλοντα ὑποστρέφειν εἰς διαφθοραν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστα. 35Διὸ καὶ ἐν ἑτέρῳ λεγει, Οὐ δωσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοραν: 36Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετεθη πρὸς τοὺς πατερας αὐτοῦ, καὶ εἶδεν διαφθοραν: 37ὃν δὲ θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοραν. 38Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τουτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγελλεται: 39καὶ ἀπὸ παντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς πιστευων δικαιοῦται. 40Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφηταις, 41Ἴδετε, οἱ καταφρονηται, καὶ θαυμασατε, καὶ ἀφανίσθητε: ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, οὐ μὴ πιστευσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.

44Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα πολις συνηχθη ἀκοῦσαι τὸν λογον τοῦ θεοῦ. 45Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζηλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομενοις, ἀντιλέγοντες καὶ βλασφημοῦντες. 46Παρρησιασάμενοι δὲ Παῦλος καὶ Βαρνάβας εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λογον τοῦ θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρινετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφομεθα εἰς τὰ ἔθνη. 47Οὕτως γὰρ ἐντέταλται ἡμῖν κυριος, Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηριαν ἕως ἐσχάτου τῆς γῆς. 48Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρεν, καὶ ἐδόξαζον τὸν λογον τοῦ κυριου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμενοι εἰς ζωὴν αἰώνιον. 49Διεφέρετο δὲ λογος τοῦ κυριου δι᾽ ὅλης τῆς χωρας. 50Οἱ δὲ Ἰουδαῖοι παρωτρυναν τὰς σεβομενας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρωτους τῆς πολεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾽ αὐτούς, ἦλθον εἰς Ἰκόνιον. 52Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνευματος ἁγίου.