1. Home
  2. Read
  3. Byzantine NT

Acts 17

Paul and Silas In Thessalonica

1Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων: 2κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτούς, καὶ ἐπὶ σαββατα τρια διελεξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, 3διανοιγων καὶ παρατιθεμενος, ὅτι Τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγελλω ὑμῖν. 4Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρωθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομενων Ἑλλήνων πολὺ πλῆθος, γυναικῶν τε τῶν πρωτων οὐκ ὀλίγαι. 5Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες, τῶν ἀγοραίων τινὰς ἄνδρας πονηρους, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πολιν: ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον. 6Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυρον τὸν Ἰάσονα και τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιταρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε παρεισιν, 7οὓς ὑποδέδεκται Ἰάσων: καὶ οὗτοι παντες ἀπέναντι τῶν δογματων Καίσαρος πρασσουσιν, βασιλεα λεγοντες ἕτερον εἶναι, Ἰησοῦν. 8Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιταρχας ἀκούοντας ταῦτα. 9Καὶ λαβοντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.

Paul and Silas Berea

10Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τον τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν: οἵτινες παραγενομενοι εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων. 11Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λογον μετὰ πασης προθυμιας, τὸ καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφας, εἰ ἔχοι ταῦτα οὕτως. 12Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγελη ὑπὸ τοῦ Παύλου λογος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλευοντες τοὺς ὄχλους. 14Εὐθέως δὲ τοτε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορευεσθαι ὡς ἐπὶ τὴν θαλασσαν: ὑπέμενον δὲ τε Σίλας καὶ Τιμόθεος ἐκεῖ. 15Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν: καὶ λαβοντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον, ἵνα ὡς ταχιστα ἔλθωσιν πρὸς αὐτόν, ἐξῄεσαν.

Paul In Athens

16Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξυνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατειδωλον οὖσαν τὴν πολιν. 17Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομενοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχανοντας. 18Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στοϊκῶν φιλοσοφων συνεβαλλον αὐτῷ. Καί τινες ἔλεγον, Τί ἂν θελοι σπερμολογος οὗτος λεγειν; Οἱ δε, Ξένων δαιμονιων δοκεῖ καταγγελεὺς εἶναι: ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. 19Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον παγον ἤγαγον λεγοντες, Δυνάμεθα γνῶναι, τις καινὴ αὕτη ὑπὸ σοῦ λαλουμενη διδαχη; 20Ξενίζοντα γαρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν: βουλομεθα οὖν γνῶναι, τι ἂν θελοι ταῦτα εἶναι- 21Ἀθηναῖοι δὲ παντες καὶ οἱ ἐπιδημοῦντες ξενοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν, λεγειν τι καὶ ἀκούειν καινοτερον.

Paul Addresses the Areopagus

22Σταθεὶς δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου παγου ἔφη, Ἄνδρες Ἀθηναῖοι, κατὰ παντα ὡς δεισιδαιμονεστερους ὑμᾶς θεωρῶ. 23Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβασματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγελλω ὑμῖν. 24 θεὸς ποιησας τὸν κοσμον καὶ παντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς κυριος ὑπάρχων, οὐκ ἐν χειροποιητοις ναοῖς κατοικεῖ, 25οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπευεται, προσδεομενος τινος, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν κατὰ παντα: 26ἐποίησέν τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ πᾶν τὸ προσωπον τῆς γῆς, ὁρίσας προστεταγμενους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικιας αὐτῶν: 27ζητεῖν τὸν κυριον, εἰ ἄρα γε ψηλαφησειαν αὐτὸν καὶ εὕροιεν, και γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινουμεθα και ἐσμεν: ὡς και τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασιν, Τοῦ γὰρ καὶ γενος ἐσμέν. 29Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ, οὐκ ὀφείλομεν νομιζειν χρυσῷ ἀργύρῳ λίθῳ, χαραγματι τεχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. 30Τοὺς μὲν οὖν χρονους τῆς ἀγνοίας ὑπεριδὼν θεος, τὰ νῦν παραγγελλει τοῖς ἀνθρώποις πᾶσιν πανταχοῦ μετανοεῖν: 31διοτι ἔστησεν ἡμέραν, ἐν μελλει κρινειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ὥρισεν, πιστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.