1. Read
  2. Byzantine NT

Acts 19

The Son of Sceva

8Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγομενος καὶ πειθων τὰ περὶ τῆς βασιλειας τοῦ θεοῦ. 9Ὡς δε τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πληθους, ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισεν τοὺς μαθητας, καθ᾽ ἡμέραν διαλεγομενος ἐν τῇ σχολῇ Τυράννου τινος. 10Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δυο, ὥστε παντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λογον τοῦ κυριου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας. 11Δυνάμεις τε οὐ τὰς τυχουσας ἐποίει θεὸς διὰ τῶν χειρῶν Παύλου, 12ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδαρια σιμικινθια, καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νοσους, τα τε πνευματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ᾽ αὐτῶν. 13Ἐπεχείρησαν δε τινες ἀπὸ τῶν περιερχομενων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνευματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυριου Ἰησοῦ, λεγοντες, Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρυσσει. 14Ἦσαν δε τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. 15Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν, Τὸν Ἰησοῦν γινωσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι: ὑμεῖς δὲ τινες ἐστέ; 16Καὶ ἐφαλλόμενος ἐπ᾽ αὐτοὺς ἄνθρωπος ἐν ἦν τὸ πνεῦμα τὸ πονηρον, καὶ κατακυριευσαν αὐτῶν, ἴσχυσεν κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμενους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. 17Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φοβος ἐπὶ παντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυριου Ἰησοῦ. 18Πολλοί τε τῶν πεπιστευκοτων ἤρχοντο, ἐξομολογούμενοι, καὶ ἀναγγέλλοντες τὰς πραξεις αὐτῶν. 19Ἱκανοὶ δὲ τῶν τὰ περιεργα πραξαντων συνενεγκαντες τὰς βιβλους κατεκαιον ἐνώπιον παντων: καὶ συνεψηφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριαδας πεντε. 20Οὕτως κατὰ κρατος λογος τοῦ κυριου ηὔξανεν καὶ ἴσχυεν.

23Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ταραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. 24Δημήτριος γαρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρειχετο τοῖς τεχνιταις ἐργασίαν οὐκ ὀλίγην: 25οὓς συναθροισας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταυτης τῆς ἐργασίας εὐπορία ἡμῶν ἐστιν. 26Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μονον Ἐφέσου, ἀλλὰ σχεδὸν πασης τῆς Ἀσίας, Παῦλος οὗτος πεισας μετεστησεν ἱκανὸν ὄχλον, λεγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινομενοι. 27Οὐ μονον δὲ τοῦτο κινδυνευει ἡμῖν τὸ μερος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγαλης θεᾶς ἱερὸν Ἀρτέμιδος εἰς οὐθὲν λογισθῆναι, μελλειν δὲ καὶ καθαιρεῖσθαι τὴν μεγαλειοτητα αὐτῆς, ἣν ὅλη Ἀσία καὶ οἰκουμένη σεβεται. 28Ἀκούσαντες δὲ καὶ γενομενοι πληρεις θυμοῦ, ἔκραζον λεγοντες, Μεγάλη Ἄρτεμις Ἐφεσίων. 29Καὶ ἐπλήσθη πολις ὅλη τῆς συγχυσεως: ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θεατρον, συναρπασαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδημους Παύλου. 30Τοῦ δὲ Παύλου βουλομενου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηται. 31Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φιλοι, πεμψαντες πρὸς αὐτόν, παρεκαλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θεατρον. 32Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον: ἦν γὰρ ἐκκλησία συγκεχυμενη, καὶ οἱ πλειους οὐκ ᾔδεισαν τινος ἕνεκεν συνεληλυθεισαν. 33Ἐκ δὲ τοῦ ὄχλου προεβιβασαν Ἀλέξανδρον, προβαλοντων αὐτὸν τῶν Ἰουδαίων. δὲ Ἀλέξανδρος, κατασεισας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 34Ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μια ἐκ παντων ὡς ἐπὶ ὥρας δυο κραζοντων, Μεγάλη Ἄρτεμις Ἐφεσίων. 35Καταστείλας δὲ γραμματεὺς τὸν ὄχλον φησιν, Ἄνδρες Ἐφέσιοι, τις γαρ ἐστιν ἄνθρωπος ὃς οὐ γινωσκει τὴν Ἐφεσίων πολιν νεωκορον οὖσαν τῆς μεγαλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς; 36Ἀναντιρρήτων οὖν ὄντων τουτων, δεον ἐστὶν ὑμᾶς κατεσταλμενους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πρασσειν. 37Ἠγάγετε γὰρ τοὺς ἄνδρας τουτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ὑμῶν. 38Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν προς τινα λογον, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν: ἐγκαλείτωσαν ἀλλήλοις. 39Εἰ δε τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. 40Καὶ γὰρ κινδυνευομεν ἐγκαλεῖσθαι στασεως περὶ τῆς σημερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησομεθα δοῦναι λογον τῆς συστροφῆς ταυτης. 41Καὶ ταῦτα εἰπών, ἀπέλυσεν τὴν ἐκκλησίαν.