1. Home
  2. Read
  3. Byzantine NT

Acts 22

3Ἐγὼ μεν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημενος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πολει ταύτῃ παρὰ τοὺς ποδας Γαμαλιήλ, πεπαιδευμενος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νομου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ, καθὼς παντες ὑμεῖς ἐστε σημερον: 4ὃς ταυτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανατου, δεσμευων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας. 5Ὡς καὶ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτεριον: παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξαμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμενους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν. 6Ἐγένετο δε μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβριαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστραψαι φῶς ἱκανὸν περὶ ἐμέ. 7Ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγουσης μοι, Σαούλ, Σαούλ, τι με διωκεις; 8Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, κυριε; Εἶπέν τε προς με, Ἐγώ εἰμι Ἰησοῦς Ναζωραῖος ὃν σὺ διωκεις. 9Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο: τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10Εἶπον δε, Τί ποιησω, κυριε; δὲ κυριος εἶπεν προς με, Ἀναστὰς πορευου εἰς Δαμασκόν: κἀκεῖ σοι λαληθησεται περὶ παντων ὧν τετακται σοι ποιῆσαι. 11Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δοξης τοῦ φωτὸς ἐκείνου, χειραγωγουμενος ὑπὸ τῶν συνοντων μοι, ἦλθον εἰς Δαμασκόν. 12Ἀνανίας δε τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νομον, μαρτυρουμενος ὑπὸ παντων τῶν κατοικουντων Ἰουδαίων, 13ἐλθὼν προς με καὶ ἐπιστὰς εἶπέν μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14 δὲ εἶπεν, θεὸς τῶν πατερων ἡμῶν προεχειρισατο σε γνῶναι τὸ θελημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δικαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στοματος αὐτοῦ. 15Ὅτι ἔσῃ μαρτυς αὐτῷ πρὸς παντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16Καὶ νῦν τι μελλεις; Ἀναστὰς βαπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ κυριου. 17Ἐγένετο δε μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομενου μου ἐν τῷ ἱερῷ, γενεσθαι με ἐν ἐκστάσει, 18καὶ ἰδεῖν αὐτὸν λεγοντα μοι, Σπεῦσον καὶ ἔξελθε ἐν ταχει ἐξ Ἱερουσαλήμ: διοτι οὐ παραδεξονται σου τὴν μαρτυριαν περὶ ἐμοῦ. 19Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακιζων καὶ δερων κατὰ τὰς συναγωγὰς τοὺς πιστευοντας ἐπὶ σε: 20καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μαρτυρος σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλασσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. 21Καὶ εἶπεν προς με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.

Paul and the Roman Tribune

22Ἤκουον δὲ αὐτοῦ ἄχρι τουτου τοῦ λογου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λεγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον: οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. 23Κραζόντων δὲ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλοντων εἰς τὸν ἀέρα, 24ἐκέλευσεν αὐτὸν χιλιαρχος ἄγεσθαι εἰς τὴν παρεμβολην, εἰπὼν μαστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25Ὡς δὲ προετεινεν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστιζειν; 26Ἀκούσας δὲ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλεν τῷ χιλιάρχῳ λεγων, Ὅρα τι μελλεις ποιεῖν: γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν. 27Προσελθὼν δὲ χιλιαρχος εἶπεν αὐτῷ, Λέγε μοι, εἰ σὺ Ῥωμαῖος εἶ; δὲ ἔφη, Ναί. 28Ἀπεκρίθη τε χιλιαρχος, Ἐγὼ πολλοῦ κεφαλαιου τὴν πολιτειαν ταυτην ἐκτησάμην. δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγεννημαι. 29Εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μελλοντες αὐτὸν ἀνετάζειν. Καὶ χιλιαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν, καὶ ὅτι ἦν αὐτὸν δεδεκως.