1. Home
  2. Read
  3. Byzantine NT

Acts 27

Paul Sails for Rome

1Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδιδουν τον τε Παῦλον και τινας ἑτέρους δεσμωτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, σπειρης Σεβαστῆς. 2Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ, μελλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τοπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. 3Τῇ τε ἑτέρᾳ κατηχθημεν εἰς Σιδῶνα: φιλανθρωπως τε Ἰούλιος τῷ Παύλῳ χρησαμενος ἐπέτρεψεν πρὸς τοὺς φιλους πορευθεντα ἐπιμελείας τυχεῖν. 4Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. 5Τό τε πελαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλευσαντες, κατηλθομεν εἰς Μύρα τῆς Λυκίας. 6Κἀκεῖ εὑρὼν ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλεον εἰς τὴν Ἰταλίαν, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. 7Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μολις γενομενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην: 8μολις τε παραλεγομενοι αὐτὴν ἤλθομεν εἰς τοπον τινὰ καλουμενον Καλοὺς Λιμένας, ἐγγὺς ἦν πολις Λασαία.

The Storm at Sea

9Ἱκανοῦ δὲ χρονου διαγενομενου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοος, διὰ τὸ καὶ τὴν νηστειαν ἤδη παρεληλυθεναι, παρῄνει Παῦλος 10λεγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημιας, οὐ μονον τοῦ φορτιου καὶ τοῦ πλοιου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μελλειν ἔσεσθαι τὸν πλοῦν. 11 δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον τοῖς ὑπὸ τοῦ Παύλου λεγομενοις. 12Ἀνευθέτου δὲ τοῦ λιμενος ὑπάρχοντος πρὸς παραχειμασιαν, οἱ πλειους ἔθεντο βουλὴν ἀναχθῆναι κἀκεῖθεν, εἴ πως δυναιντο καταντησαντες εἰς Φοίνικα παραχειμασαι, λιμενα τῆς Κρήτης βλεποντα κατὰ λιβα καὶ κατὰ χῶρον. 13Ὑποπνεύσαντος δὲ νοτου, δοξαντες τῆς προθεσεως κεκρατηκεναι, ἄραντες ἆσσον παρελεγοντο τὴν Κρήτην. 14Μετ᾽ οὐ πολὺ δὲ ἔβαλεν κατ᾽ αὐτῆς ἄνεμος τυφωνικος, καλουμενος Εὐροκλύδων: 15συναρπασθεντος δὲ τοῦ πλοιου, καὶ μὴ δυναμενου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα. 16Νησίον δε τι ὑποδραμόντες καλουμενον Κλαύδην μολις ἰσχύσαμεν περικρατεῖς γενεσθαι τῆς σκαφης: 17ἣν ἄραντες, βοηθειαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον: φοβουμενοι τε μὴ εἰς τὴν Σύρτην ἐκπέσωσιν, χαλασαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18Σφοδρῶς δὲ χειμαζομενων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο: 19καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοιου ἐρρίψαμεν. 20Μήτε δὲ ἡλίου μητε ἄστρων ἐπιφαινόντων ἐπὶ πλειονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς. 21Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τοτε σταθεὶς Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μεν, ἄνδρες, πειθαρχησαντας μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταυτην καὶ τὴν ζημιαν. 22Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν: ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοιου. 23Παρέστη γαρ μοι ταύτῃ τῇ νυκτὶ ἄγγελος τοῦ θεοῦ, οὗ εἰμι, καὶ λατρευω, 24λεγων, Μὴ φοβοῦ, Παῦλε: Καίσαρί σε δεῖ παραστῆναι: καὶ ἰδού, κεχαρισται σοι θεὸς παντας τοὺς πλεοντας μετὰ σοῦ. 25Διὸ εὐθυμεῖτε ἄνδρες: πιστευω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τροπον λελαληται μοι. 26Εἰς νῆσον δε τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.

The Shipwreck

27Ὡς δὲ τεσσαρεσκαιδεκατη νὺξ ἐγένετο, διαφερομενων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μεσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσαγειν τινὰ αὐτοῖς χωραν: 28καὶ βολισαντες εὗρον ὀργυιὰς εἴκοσι: βραχὺ δὲ διαστησαντες, καὶ παλιν βολισαντες, εὗρον ὀργυιὰς δεκαπεντε: 29φοβουμενοι τε μηπως εἰς τραχεῖς τοπους ἐκπέσωμεν, ἐκ πρυμνης ῥίψαντες ἀγκύρας τεσσαρας, ηὔχοντο ἡμέραν γενεσθαι. 30Τῶν δὲ ναυτῶν ζητουντων φυγεῖν ἐκ τοῦ πλοιου, καὶ χαλασαντων τὴν σκαφην εἰς τὴν θαλασσαν, προφασει ὡς ἐκ πρῴρας μελλοντων ἀγκύρας ἐκτείνειν, 31εἶπεν Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιωταις, Ἐὰν μὴ οὗτοι μεινωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δυνασθε. 32Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινια τῆς σκαφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. 33Ἄχρι δὲ οὗ ἤμελλεν ἡμέρα γινεσθαι, παρεκαλει Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λεγων, Τεσσαρεσκαιδεκάτην σημερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβομενοι. 34Διὸ παρακαλῶ ὑμᾶς προσλαβεῖν τροφῆς: τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηριας ὑπάρχει: οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκ τῆς κεφαλῆς πεσεῖται. 35Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον παντων: καὶ κλασας ἤρξατο ἐσθίειν. 36Εὔθυμοι δὲ γενομενοι παντες καὶ αὐτοὶ προσελαβοντο τροφῆς. 37Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαι, διακοσιαι ἑβδομήκοντα ἕξ. 38Κορεσθέντες δὲ τῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θαλασσαν. 39Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον: κολπον δε τινα κατενοουν ἔχοντα αἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δυνατον, ἐξῶσαι τὸ πλοῖον. 40Καὶ τὰς ἀγκύρας περιελοντες εἴων εἰς τὴν θαλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηριας τῶν πηδαλιων: καὶ ἐπάραντες τὸν ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41Περιπεσόντες δὲ εἰς τοπον διθαλασσον ἐπώκειλαν τὴν ναῦν: καὶ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, δὲ πρυμνα ἐλύετο ὑπὸ τῆς βιας τῶν κυματων. 42Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμωτας ἀποκτείνωσιν, μη τις ἐκκολυμβήσας διαφύγῃ. 43 δὲ ἑκατόνταρχος, βουλομενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουληματος, ἐκέλευσέν τε τοὺς δυναμενους κολυμβᾷν ἀπορρίψαντας πρωτους ἐπὶ τὴν γῆν ἐξιέναι: 44καὶ τοὺς λοιπους, οὓς μὲν ἐπὶ σανισιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοιου. Καὶ οὕτως ἐγένετο παντας διασωθῆναι ἐπὶ τὴν γῆν.