1. Home
  2. Read
  3. Byzantine NT

Acts 3

The Lame Beggar Healed

1Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. 2Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλιας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο: ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θυραν τοῦ ἱεροῦ τὴν λεγομενην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. 3Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μελλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην. 4Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπεν, Βλέψον εἰς ἡμᾶς. 5 δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν. 6Εἶπεν δὲ Πέτρος, Ἀργύριον καὶ χρυσιον οὐχ ὑπάρχει μοι: δὲ ἔχω, τοῦτό σοι διδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπατει. 7Καὶ πιασας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν: παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βασεις καὶ τὰ σφυρα. 8Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπατει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεον. 9Καὶ εἶδεν αὐτὸν πᾶς λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεον: 10ἐπεγίνωσκόν τε αὐτὸν ὅτι οὗτος ἦν πρὸς τὴν ἐλεημοσύνην καθημενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ: καὶ ἐπλήσθησαν θαμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκοτι αὐτῷ.

Peter Speaks in Solomon’s Portico

11Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην, συνεδραμεν πρὸς αὐτοὺς πᾶς λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι. 12Ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαον, Ἄνδρες Ἰσραηλῖται, τι θαυμαζετε ἐπὶ τούτῳ, ἡμῖν τι ἀτενίζετε, ὡς ἰδίᾳ δυναμει εὐσεβείᾳ πεποιηκοσιν τοῦ περιπατεῖν αὐτόν; 13 θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς τῶν πατερων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν: ὃν ὑμεῖς μὲν παρεδωκατε, καὶ ἠρνήσασθε αὐτὸν κατὰ προσωπον Πιλάτου, κριναντος ἐκείνου ἀπολύειν. 14Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δικαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονεα χαρισθῆναι ὑμῖν, 15τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε: ὃν θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μαρτυρες ἐσμεν. 16Καὶ ἐπὶ τῇ πιστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ: καὶ πιστις δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταυτην ἀπέναντι παντων ὑμῶν. 17Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. 18 δὲ θεὸς προκατηγγειλεν διὰ στοματος παντων τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν χριστον, ἐπλήρωσεν οὕτως. 19Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσωπου τοῦ κυριου, 20καὶ ἀποστείλῃ τὸν προκεχειρισμενον ὑμῖν χριστὸν Ἰησοῦν: 21ὃν δεῖ οὐρανὸν μὲν δεξασθαι ἄχρι χρονων ἀποκαταστάσεως παντων, ὧν ἐλάλησεν θεὸς διὰ στοματος παντων τῶν ἁγίων αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος. 22Μωσῆς μὲν γὰρ πρὸς τοὺς πατερας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κυριος θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ: αὐτοῦ ἀκούσεσθε κατὰ παντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23Ἔσται δε, πᾶσα ψυχη, ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφητου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. 24Καὶ παντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ κατηγγειλαν τὰς ἡμέρας ταυτας. 25Ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθηκης ἧς διεθετο θεὸς πρὸς τοὺς πατερας ἡμῶν, λεγων πρὸς Ἀβραάμ, Καὶ ἐν τῷ σπερματι σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26Ὑμῖν πρῶτον θεος, ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.