1. Home
  2. Read
  3. Byzantine NT

Acts 9

The Conversion of Saul

1 δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φονου εἰς τοὺς μαθητὰς τοῦ κυριου, προσελθὼν τῷ ἀρχιερεῖ, 2ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγας, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμενους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3Ἐν δὲ τῷ πορευεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ: καὶ ἐξαίφνης περιηστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ: 4καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσεν φωνὴν λεγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τι με διωκεις; 5Εἶπεν δε, Τίς εἶ, κυριε; δὲ κυριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διωκεις: 6ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πολιν, καὶ λαληθησεται σοι τι σε δεῖ ποιεῖν. 7Οἱ δὲ ἄνδρες οἱ συνοδευοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδενα δὲ θεωροῦντες. 8Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς: ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπεν, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλεπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

Saul Proclaims the Messiah in Synagogues

10Ἦν δε τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν κυριος ἐν ὁράματι, Ἀνανία. δὲ εἶπεν, Ἰδοὺ ἐγώ, κυριε. 11 δὲ κυριος πρὸς αὐτόν, Ἀναστὰς πορευθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμενην Εὐθεῖαν, καὶ ζητησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα: ἰδοὺ γὰρ προσευχεται, 12καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. 13Ἀπεκρίθη δὲ Ἀνανίας, Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τουτου, ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ: 14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι παντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15Εἶπεν δὲ πρὸς αὐτὸν κυριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστὶν οὗτος, τοῦ βαστασαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλεων, υἱῶν τε Ἰσραήλ: 16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν, Σαοὺλ ἀδελφέ, κυριος ἀπέσταλκέν με, ὀφθείς σοι ἐν τῇ ὁδῷ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνευματος ἁγίου. 18Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπιδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη, 19καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

Ἐγένετο δὲ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινας. 20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν χριστον, ὅτι οὗτός ἐστιν υἱὸς τοῦ θεοῦ. 21Ἐξίσταντο δὲ παντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν πορθησας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν ἵνα δεδεμενους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνεχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβαζων ὅτι οὗτός ἐστιν χριστος.

Saul In Jerusalem

26Παραγενόμενος δὲ Σαῦλος ἐν Ἱερουσαλήμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς: καὶ παντες ἐφοβοῦντο αὐτόν, μὴ πιστευοντες ὅτι ἐστὶν μαθητης. 27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγησατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κυριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. 28Καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος εἰς Ἱερουσαλήμ, καὶ παρρησιαζομενος ἐν τῷ ὀνόματι τοῦ κυριου Ἰησοῦ, 29ἐλάλει τε καὶ συνεζητει πρὸς τοὺς Ἑλληνιστάς: οἱ δὲ ἐπεχείρουν αὐτὸν ἀνελεῖν. 30Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατηγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. 31Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευομεναι τῷ φόβῳ τοῦ κυριου καὶ τῇ παρακλησει τοῦ ἁγίου πνευματος ἐπληθύνοντο.

Dorcas Restored to Life

36Ἐν Ἰόππῃ δε τις ἦν μαθητρια ὀνόματι Ταβηθά, διερμηνευομενη λεγεται Δορκάς: αὕτη ἦν πληρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν: λουσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. 38Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν πρὸς αὐτόν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. 39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς: ὃν παραγενομενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρεστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαιουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα Δορκάς. 40Ἐκβαλὼν δὲ ἔξω παντας Πέτρος θεὶς τὰ γονατα προσηυξατο: καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπεν, Ταβηθά, ἀνάστηθι. δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς: καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισεν. 41Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν: φωνησας δὲ τοὺς ἁγίους καὶ τὰς χηρας, παρεστησεν αὐτὴν ζῶσαν. 42Γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν κυριον. 43Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρα τινι Σίμωνι βυρσεῖ.