1. Home
  2. Read
  3. Byzantine NT

Colossians 4

10Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος συναιχμάλωτός μου, καὶ Μάρκος ἀνεψιὸς Βαρνάβᾳ, περὶ οὗ ἐλάβετε ἐντολάς-ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν: 11καὶ Ἰησοῦς λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς: οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ἐξ ὑμῶν, δοῦλος χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. 13Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. 14Ἀσπάζεται ὑμᾶς Λουκᾶς ἰατρὸς ἀγαπητός, καὶ Δημᾶς. 15Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφούς, καὶ Νυμφᾶν, καὶ τὴν κατ᾽ οἶκον αὐτοῦ ἐκκλησίαν. 16Καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικαίων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17Καὶ εἴπατε Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.