1. Home
  2. Read
  3. Byzantine NT

Galatians 2

Council at Jerusalem

1Ἔπειτα διὰ δεκατεσσαρων ἐτῶν παλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον: 2ἀνέβην δὲ κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον κηρυσσω ἐν τοῖς ἔθνεσιν, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μηπως εἰς κενὸν τρεχω ἔδραμον. 3Ἀλλ᾽ οὐδὲ Τίτος σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι: 4διὰ δὲ τοὺς παρεισακτους ψευδαδελφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλωσωνται: 5οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. 6Ἀπὸ δὲ τῶν δοκουντων εἶναί τι- ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφερει: προσωπον θεὸς ἀνθρώπου οὐ λαμβανει- ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανεθεντο: 7ἀλλὰ τοὐναντίον, ἰδόντες ὅτι πεπιστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς- 8 γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη- 9καὶ γνοντες τὴν χαριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στυλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνιας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομην: 10μονον τῶν πτωχῶν ἵνα μνημονευωμεν, καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.

Justified by Faith

11Ὅτε δὲ ἦλθεν Πέτρος εἰς Ἀντιόχειαν, κατὰ προσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμενος ἦν. 12Πρὸ τοῦ γὰρ ἐλθεῖν τινὰς ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνησθιεν: ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβουμενος τοὺς ἐκ περιτομῆς. 13Καὶ συνυπεκριθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπηχθη αὐτῶν τῇ ὑποκρίσει. 14Ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν παντων, Εἰ συ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς, τι τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; 15Ἡμεῖς φυσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, 16εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νομου, ἐὰν μὴ διὰ πιστεως Ἰησοῦ χριστοῦ, καὶ ἡμεῖς εἰς χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πιστεως χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νομου: διοτι οὐ δικαιωθησεται ἐξ ἔργων νομου πᾶσα σαρξ. 17Εἰ δε, ζητοῦντες δικαιωθῆναι ἐν χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα χριστὸς ἁμαρτίας διακονος; Μὴ γενοιτο. 18Εἰ γὰρ κατελυσα, ταῦτα παλιν οἰκοδομῶ, παραβατην ἐμαυτὸν συνιστημι. 19Ἐγὼ γὰρ διὰ νομου νόμῳ ἀπέθανον, ἵνα θεῷ ζησω. 20Χριστῷ συνεσταυρωμαι: ζῶ δε, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ χριστος: δὲ νῦν ζῶ ἐν σαρκι, ἐν πιστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδοντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 21Οὐκ ἀθετῶ τὴν χαριν τοῦ θεοῦ: εἰ γὰρ διὰ νομου δικαιοσυνη, ἄρα χριστὸς δωρεὰν ἀπέθανεν.