1. Home
  2. Read
  3. Byzantine NT

Hebrews 11

By Faith

1Ἔστιν δὲ πιστις ἐλπιζομένων ὑπόστασις, πραγματων ἔλεγχος οὐ βλεπομενων. 2Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβυτεροι. 3Πίστει νοοῦμεν κατηρτισθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομενων τὰ βλεπομενα γεγονεναι. 4Πίστει πλειονα θυσιαν Ἄβελ παρὰ Κάϊν προσηνεγκεν τῷ θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δικαιος, μαρτυροῦντος ἐπὶ τοῖς δωροις αὐτοῦ τοῦ θεοῦ: καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται. 5Πίστει Ἐνὼχ μετετεθη τοῦ μὴ ἰδεῖν θανατον, καὶ οὐχ εὑρίσκετο, διοτι μετεθηκεν αὐτὸν θεος: πρὸ γὰρ τῆς μεταθεσεως αὐτοῦ μεμαρτυρηται εὐηρεστηκέναι τῷ θεῷ: 6χωρὶς δὲ πιστεως ἀδύνατον εὐαρεστῆσαι: πιστεῦσαι γὰρ δεῖ τὸν προσερχομενον τῷ θεῷ, ὅτι ἔστιν, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδοτης γινεται. 7Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδεπω βλεπομενων, εὐλαβηθεὶς κατεσκευασεν κιβωτὸν εἰς σωτηριαν τοῦ οἴκου αὐτοῦ: δι᾽ ἧς κατεκρινεν τὸν κοσμον, καὶ τῆς κατὰ πιστιν δικαιοσυνης ἐγένετο κληρονομος. 8Πίστει καλουμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τοπον ὃν ἤμελλεν λαμβανειν εἰς κληρονομιαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. 9Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικησας μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν συγκληρονομων τῆς ἐπαγγελίας τῆς αὐτῆς: 10ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελιους ἔχουσαν πολιν, ἧς τεχνιτης καὶ δημιουργὸς θεος. 11Πίστει καὶ αὐτὴ Σάρρα δυναμιν εἰς καταβολὴν σπερματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. 12Διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμενου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πληθει, καὶ ὡς ἄμμος παρὰ τὸ χεῖλος τῆς θαλασσης ἀναρίθμητος.

17Πίστει προσενηνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζομενος, καὶ τὸν μονογενῆ προσεφερεν τὰς ἐπαγγελίας ἀναδεξάμενος, 18πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθησεται σοι σπερμα: 19λογισαμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς θεος: ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. 20Πίστει περὶ μελλοντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. 21Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκυνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. 22Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. 23Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τριμηνον ὑπὸ τῶν πατερων αὐτοῦ, διοτι εἶδον ἀστεῖον τὸ παιδιον: καὶ οὐκ ἐφοβήθησαν τὸ διαταγμα τοῦ βασιλεως. 24Πίστει Μωϋσῆς μεγας γενομενος ἠρνήσατο λεγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ προσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν: 26μειζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ χριστοῦ: ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσιαν. 27Πίστει κατελιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλεως: τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. 28Πίστει πεποιηκεν τὸ Πάσχα καὶ τὴν προσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὀλοθρεύων τὰ πρωτοτοκα θίγῃ αὐτῶν. 29Πίστει διεβησαν τὴν Ἐρυθρὰν θαλασσαν ὡς διὰ ξηρᾶς: ἧς πεῖραν λαβοντες οἱ Αἰγύπτιοι κατεποθησαν. 30Πίστει τὰ τειχη Ἰεριχὼ ἔπεσεν, κυκλωθεντα ἐπὶ ἑπτὰ ἡμέρας. 31Πίστει Ῥαὰβ πορνη οὐ συναπωλετο τοῖς ἀπειθήσασιν, δεξαμενη τοὺς κατασκοπους μετ᾽ εἰρήνης. 32Καὶ τι ἔτι λεγω; Ἐπιλείψει γαρ με διηγουμενον χρονος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν: 33οἳ διὰ πιστεως κατηγωνισαντο βασιλειας, εἰργάσαντο δικαιοσυνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στοματα λεοντων, 34ἔσβεσαν δυναμιν πυρος, ἔφυγον στοματα μαχαιρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. 35Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν: ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξαμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρειττονος ἀναστάσεως τυχωσιν: 36ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστιγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς: 37ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαιρας ἀπέθανον: περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δερμασιν, ὑστερούμενοι, θλιβομενοι, κακουχουμενοι- 38ὧν οὐκ ἦν ἄξιος κοσμος- ἐν ἐρημίαις πλανωμενοι καὶ ὄρεσιν καὶ σπηλαιοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39Καὶ οὗτοι παντες, μαρτυρηθεντες διὰ τῆς πιστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμενου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.