1. Home
  2. Read
  3. Byzantine NT

Hebrews 13

7Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λογον τοῦ θεοῦ: ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πιστιν. 8Ἰησοῦς χριστὸς χθὲς καὶ σημερον αὐτός, καὶ εἰς τοὺς αἰῶνας. 9Διδαχαῖς ποικιλαις καὶ ξεναις μὴ παραφερεσθε: καλὸν γὰρ χαριτι βεβαιοῦσθαι τὴν καρδιαν, οὐ βρωμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατησαντες. 10Ἔχομεν θυσιαστηριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρευοντες. 11Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τουτων τὰ σωματα κατακαιεται ἔξω τῆς παρεμβολῆς. 12Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαον, ἔξω τῆς πυλης ἔπαθεν. 13Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φεροντες. 14Οὐ γὰρ ἔχομεν ὧδε μενουσαν πολιν, ἀλλὰ τὴν μελλουσαν ἐπιζητοῦμεν. 15Δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσιαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτ᾽ ἔστιν, καρπὸν χειλεων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16Τῆς δὲ εὐποιΐας καὶ κοινωνιας μὴ ἐπιλανθάνεσθε: τοιαυταις γὰρ θυσιαις εὐαρεστεῖται θεος. 17Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε: αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λογον ἀποδώσοντες: ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν, καὶ μὴ στεναζοντες: ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.