1. Home
  2. Read
  3. Byzantine NT

Hebrews 8

Jesus, High Priest of a Better Covenant

1Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομενοις: τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρονου τῆς μεγαλωσυνης ἐν τοῖς οὐρανοῖς, 2τῶν ἁγίων λειτουργος, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν κυριος, καὶ οὐκ ἄνθρωπος: 3πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφερειν δῶρά τε καὶ θυσιας καθισταται: ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον προσενέγκῃ. 4Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ᾽ ἂν ἦν ἱερεύς, ὄντων τῶν ἱερέων τῶν προσφεροντων κατὰ τὸν νομον τὰ δῶρα, 5οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρευουσιν τῶν ἐπουρανίων, καθὼς κεχρηματισται Μωϋσῆς μελλων ἐπιτελεῖν τὴν σκηνην, Ὅρα, γαρ φησιν, ποιησεις παντα κατὰ τὸν τυπον τὸν δειχθεντα σοι ἐν τῷ ὄρει. 6Νυνὶ δὲ διαφορωτερας τετυχεν λειτουργιας, ὅσῳ καὶ κρειττονος ἐστιν διαθηκης μεσιτης, ἥτις ἐπὶ κρειττοσιν ἐπαγγελίαις νενομοθετηται. 7Εἰ γὰρ πρωτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτερας ἐζητεῖτο τοπος. 8Μεμφόμενος γὰρ αὐτοῖς λεγει, Ἰδού, ἡμέραι ἔρχονται, λεγει κυριος, καὶ συντελεσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθηκην καινην: 9οὐ κατὰ τὴν διαθηκην ἣν ἐποίησα τοῖς πατρασιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου: ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λεγει κυριος. 10Ὅτι αὕτη διαθηκη ἣν διαθησομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λεγει κυριος, διδοὺς νομους μου εἰς τὴν διανοιαν αὐτῶν, καὶ ἐπὶ καρδιας αὐτῶν ἐπιγράψω αὐτούς: καὶ ἔσομαι αὐτοῖς εἰς θεον, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαον. 11Καὶ οὐ μὴ διδαξωσιν ἕκαστος τὸν πολιτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λεγων, Γνῶθι τὸν κυριον: ὅτι παντες εἰδήσουσίν με, ἀπὸ μικροῦ αὐτῶν ἕως μεγαλου αὐτῶν. 12Ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. 13Ἐν τῷ λεγειν, Καινήν, πεπαλαιωκεν τὴν πρωτην. Τὸ δὲ παλαιουμενον καὶ γηρασκον, ἐγγὺς ἀφανισμοῦ.