1. Home
  2. Read
  3. Byzantine NT

Hebrews 9

The Earthly Holy Place

1Εἶχεν μὲν οὖν καὶ πρωτη δικαιωματα λατρειας, το τε ἅγιον κοσμικον. 2Σκηνὴ γὰρ κατεσκευασθη πρωτη, ἐν τε λυχνια καὶ τραπεζα καὶ προθεσις τῶν ἄρτων, ἥτις λεγεται ἅγια. 3Μετὰ δὲ τὸ δευτερον καταπετασμα σκηνὴ λεγομενη ἅγια ἁγίων, 4χρυσοῦν ἔχουσα θυμιατηριον, καὶ τὴν κιβωτὸν τῆς διαθηκης περικεκαλυμμενην παντοθεν χρυσίῳ, ἐν σταμνος χρυσῆ ἔχουσα τὸ μαννα, καὶ ῥάβδος Ἀαρὼν βλαστησασα, καὶ αἱ πλακες τῆς διαθηκης: 5ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δοξης κατασκιαζοντα τὸ ἱλαστήριον: περὶ ὧν οὐκ ἔστιν νῦν λεγειν κατὰ μερος. 6Τούτων δὲ οὕτως κατεσκευασμενων, εἰς μὲν τὴν πρωτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρειας ἐπιτελοῦντες: 7εἰς δὲ τὴν δευτεραν ἅπαξ τοῦ ἐνιαυτοῦ μονος ἀρχιερεύς, οὐ χωρὶς αἵματος, προσφερει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων: 8τοῦτο δηλοῦντος τοῦ πνευματος τοῦ ἁγίου, μηπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν, ἔτι τῆς πρωτης σκηνῆς ἐχούσης στασιν: 9ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ ὃν δῶρά τε καὶ θυσιαι προσφερονται, μὴ δυναμεναι κατὰ συνειδησιν τελειῶσαι τὸν λατρευοντα, 10μονον ἐπὶ βρωμασιν καὶ πομασιν καὶ διαφοροις βαπτισμοῖς καὶ δικαιωμασιν σαρκος, μεχρι καιροῦ διορθωσεως ἐπικείμενα.

Redemption Through The Blood of Christ

11Χριστὸς δὲ παραγενομενος ἀρχιερεὺς τῶν μελλοντων ἀγαθῶν, διὰ τῆς μειζονος καὶ τελειοτερας σκηνῆς, οὐ χειροποιητου, τοῦτ᾽ ἔστιν, οὐ ταυτης τῆς κτισεως, 12οὐδὲ δι᾽ αἵματος τραγων καὶ μοσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λυτρωσιν εὑράμενος. 13Εἰ γὰρ τὸ αἷμα ταυρων καὶ τραγων, καὶ σποδὸς δαμαλεως ῥαντίζουσα τοὺς κεκοινωμενους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαροτητα, 14πόσῳ μᾶλλον τὸ αἷμα τοῦ χριστοῦ, ὃς διὰ πνευματος αἰωνίου ἑαυτὸν προσηνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνειδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρευειν θεῷ ζῶντι; 15Καὶ διὰ τοῦτο διαθηκης καινῆς μεσιτης ἐστίν, ὅπως, θανατου γενομενου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβασεων, τὴν ἐπαγγελίαν λαβωσιν οἱ κεκλημενοι τῆς αἰωνίου κληρονομιας. 16Ὅπου γὰρ διαθηκη, θανατον ἀνάγκη φερεσθαι τοῦ διαθεμενου. 17Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαια, ἐπεὶ μηποτε ἰσχύει ὅτε ζῇ διαθεμενος. 18Ὅθεν οὐδ᾽ πρωτη χωρὶς αἵματος ἐγκεκαίνισται. 19Λαληθείσης γὰρ πασης ἐντολῆς κατὰ νομον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μοσχων καὶ τραγων, μετὰ ὕδατος καὶ ἐρίου κοκκινου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλιον καὶ παντα τὸν λαὸν ἐρράντισεν, 20λεγων, Τοῦτο τὸ αἷμα τῆς διαθηκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς θεος. 21Καὶ τὴν σκηνὴν δὲ καὶ παντα τὰ σκευη τῆς λειτουργιας τῷ αἵματι ὁμοίως ἐρράντισεν. 22Καὶ σχεδὸν ἐν αἵματι παντα καθαριζεται κατὰ τὸν νομον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γινεται ἄφεσις.

23Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τουτοις καθαριζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρειττοσιν θυσιαις παρὰ ταυτας. 24Οὐ γὰρ εἰς χειροποιητα ἅγια εἰσῆλθεν χριστος, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν: 25οὐδ᾽ ἵνα πολλακις προσφέρῃ ἑαυτόν, ὥσπερ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ: 26ἐπεὶ ἔδει αὐτὸν πολλακις παθεῖν ἀπὸ καταβολῆς κοσμου: νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσιας αὐτοῦ πεφανερωται. 27Καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρισις: 28οὕτως καὶ χριστος, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτερου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηριαν.