James 4

Warning Against Worldliness

1Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε: φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν: μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς: 3αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; Ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκησεν ἐν ἡμῖν. 6Μείζονα δὲ δίδωσιν χάριν: διὸ λέγει, θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 7Ὑποτάγητε οὖν τῷ θεῷ: ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν. 8Ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν: καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε: γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ χαρὰ εἰς κατήφειαν. 10Ταπεινώθητε ἐνώπιον τοῦ κυρίου, καὶ ὑψώσει ὑμᾶς.

  1. Home
  2. Read
  3. Byzantine NT