1. Home
  2. Read
  3. Byzantine NT

John 10

7Εἶπεν οὖν πάλιν αὐτοῖς Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι θύρα τῶν προβάτων. 8Πάντες ὅσοι ἦλθον κλέπται εἰσὶν καὶ λῃσταί: ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9Ἐγώ εἰμι θύρα: δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10 κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ: ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν. 11Ἐγώ εἰμι ποιμὴν καλός: ποιμὴν καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12 μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει: καὶ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. 13 δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14Ἐγώ εἰμι ποιμὴν καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. 15Καθὼς γινώσκει με πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα: καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16Καὶ ἄλλα πρόβατα ἔχω, οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης: κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν: καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. 17Διὰ τοῦτο πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.

I and The Father Are One

22Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν: 23καὶ περιεπάτει Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ Σολομῶνος. 24Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε: τὰ ἔργα ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ: 26ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε: οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν. 27Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι: 28κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς: καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 πατήρ μου ὃς δέδωκέν μοι, μείζων πάντων ἐστίν: καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. 30Ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν. 31Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου: διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; 33Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. 34Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, Ἐγὼ εἶπα, Θεοί ἐστε; 35Εἰ ἐκείνους εἶπεν θεούς, πρὸς οὓς λόγος τοῦ θεοῦ ἐγένετο-καὶ οὐ δύναται λυθῆναι γραφή- 36ὃν πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ θεοῦ εἰμι; 37Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι: 38εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε: ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ πατήρ, κἀγὼ ἐν αὐτῷ. 39Ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι: καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.