1. Home
  2. Read
  3. Byzantine NT

John 11

The Death of Lazarus

1Ἦν δε τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κωμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2Ἦν δὲ Μαρία ἀλείψασα τὸν κυριον μύρῳ, καὶ ἐκμάξασα τοὺς ποδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ἀδελφὸς Λάζαρος ἠσθένει. 3Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λεγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. 4Ἀκούσας δὲ Ἰησοῦς εἶπεν, Αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θανατον, ἀλλ᾽ ὑπὲρ τῆς δοξης τοῦ θεοῦ, ἵνα δοξασθῇ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς. 5Ἠγάπα δὲ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. 6Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τοτε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δυο ἡμέρας. 7Ἔπειτα μετὰ τοῦτο λεγει τοῖς μαθηταῖς, Ἄγωμεν εἰς τὴν Ἰουδαίαν παλιν. 8Λέγουσιν αὐτῷ οἱ μαθηται, Ῥαββί, νῦν ἐζήτουν σε λιθασαι οἱ Ἰουδαῖοι, καὶ παλιν ὑπάγεις ἐκεῖ; 9Ἀπεκρίθη Ἰησοῦς, Οὐχὶ δωδεκα εἰσιν ὧραι τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκοπτει, ὅτι τὸ φῶς τοῦ κοσμου τουτου βλεπει. 10Ἐὰν δε τις περιπατῇ ἐν τῇ νυκτι, προσκοπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λεγει αὐτοῖς, Λάζαρος φιλος ἡμῶν κεκοιμηται: ἀλλὰ πορευομαι ἵνα ἐξυπνίσω αὐτόν. 12Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ, Κύριε, εἰ κεκοιμηται, σωθησεται. 13Εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανατου αὐτοῦ: ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμησεως τοῦ ὕπνου λεγει. 14Τότε οὖν εἶπεν αὐτοῖς Ἰησοῦς παρρησίᾳ, Λάζαρος ἀπέθανεν. 15Καὶ χαιρω δι᾽ ὑμᾶς, ἵνα πιστευσητε, ὅτι οὐκ ἤμην ἐκεῖ: ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16Εἶπεν οὖν Θωμᾶς, λεγομενος Δίδυμος, τοῖς συμμαθηταῖς, Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.

Jesus Raises Lazarus

17Ἐλθὼν οὖν Ἰησοῦς εὗρεν αὐτὸν τεσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. 18Ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδιων δεκαπεντε: 19καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθησωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. 20 οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ: Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21Εἶπεν οὖν Μάρθα πρὸς τὸν Ἰησοῦν, Κύριε, εἰ ἦς ὧδε, ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. 22Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεον, δωσει σοι θεος. 23Λέγει αὐτῇ Ἰησοῦς, Ἀναστήσεται ἀδελφός σου. 24Λέγει αὐτῷ Μάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25Εἶπεν αὐτῇ Ἰησοῦς, Ἐγώ εἰμι ἀνάστασις καὶ ζωη: πιστευων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζησεται: 26καὶ πᾶς ζῶν καὶ πιστευων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; 27Λέγει αὐτῷ, Ναί, κυριε: ἐγὼ πεπιστευκα, ὅτι σὺ εἶ χριστος, υἱὸς τοῦ θεοῦ, εἰς τὸν κοσμον ἐρχόμενος. 28Καὶ ταῦτα εἰποῦσα ἀπῆλθεν, καὶ ἐφώνησεν Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ, εἰποῦσα, διδασκαλος παρεστιν καὶ φωνεῖ σε. 29Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν. 30Οὔπω δὲ ἐληλύθει Ἰησοῦς εἰς τὴν κωμην, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρθα. 31Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθουμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχεως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λεγοντες ὅτι Ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ. 32 οὖν Μαρία, ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν αὐτοῦ εἰς τοὺς ποδας λεγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέν μου ἀδελφός. 33Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαιουσαν, καὶ τοὺς συνελθοντας αὐτῇ Ἰουδαίους κλαιοντας, ἐνεβριμήσατο τῷ πνευματι, καὶ ἐτάραξεν ἑαυτόν, 34καὶ εἶπεν, Ποῦ τεθεικατε αὐτόν; Λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε. 35Ἐδάκρυσεν Ἰησοῦς. 36Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς ἐφίλει αὐτόν. 37Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Οὐκ ἠδύνατο οὗτος, ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; 38Ἰησοῦς οὖν παλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπηλαιον, καὶ λιθος ἐπέκειτο ἐπ᾽ αὐτῷ. 39Λέγει Ἰησοῦς, Ἄρατε τὸν λιθον. Λέγει αὐτῷ ἀδελφὴ τοῦ τεθνηκοτος Μάρθα, Κύριε, ἤδη ὄζει: τεταρταῖος γαρ ἐστιν. 40Λέγει αὐτῇ Ἰησοῦς, Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δοξαν τοῦ θεοῦ; 41Ἦραν οὖν τὸν λιθον, οὗ ἦν τεθνηκὼς κειμενος. δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπεν, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42Ἐγὼ δὲ ᾔδειν ὅτι παντοτε μου ἀκούεις: ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστευσωσιν ὅτι συ με ἀπέστειλας. 43Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω. 44Καὶ ἐξῆλθεν τεθνηκως, δεδεμενος τοὺς ποδας καὶ τὰς χεῖρας κειριαις, καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδεδετο. Λέγει αὐτοῖς Ἰησοῦς, Λύσατε αὐτόν, καὶ ἄφετε ὑπάγειν.

47Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνεδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν; Ὅτι οὗτος ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ. 48Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, παντες πιστευσουσιν εἰς αὐτόν: καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τοπον καὶ τὸ ἔθνος. 49Εἷς δε τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50οὐδὲ διαλογιζεσθε ὅτι συμφερει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51Τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφητευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μονον, ἀλλ᾽ ἵνα καὶ τὰ τεκνα τοῦ θεοῦ τὰ διεσκορπισμενα συναγάγῃ εἰς ἕν. 53Ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλευσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.