1. Home
  2. Read
  3. Byzantine NT

John 12

Mary Anoints Jesus At Bethany

1 οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος τεθνηκως, ὃν ἤγειρεν ἐκ νεκρῶν. 2Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ Μάρθα διηκονει: δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. 3 οὖν Μαρία λαβοῦσα λιτραν μυρου ναρδου πιστικῆς πολυτιμου, ἤλειψεν τοὺς ποδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς ποδας αὐτοῦ: δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μυρου. 4Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, μελλων αὐτὸν παραδιδοναι, 5Διὰ τι τοῦτο τὸ μυρον οὐκ ἐπράθη τριακοσιων δηναριων, καὶ ἐδόθη πτωχοῖς; 6Εἶπεν δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾽ ὅτι κλεπτης ἦν, καὶ τὸ γλωσσοκομον εἶχεν, καὶ τὰ βαλλομενα ἐβάσταζεν. 7Εἶπεν οὖν Ἰησοῦς, Ἄφες αὐτήν: εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετηρηκεν αὐτό. 8Τοὺς πτωχοὺς γὰρ παντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ παντοτε ἔχετε.

The Triumphal Entry

12Τῇ ἐπαύριον ὄχλος πολὺς ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13ἔλαβον τὰ βαΐα τῶν φοινικων, καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον, Ὡσαννά: εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυριου, βασιλεὺς τοῦ Ἰσραήλ. 14Εὑρὼν δὲ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾽ αὐτό, καθως ἐστιν γεγραμμενον, 15Μὴ φοβοῦ, θυγατερ Σιών: ἰδού, βασιλευς σου ἔρχεται, καθημενος ἐπὶ πῶλον ὄνου. 16Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον: ἀλλ᾽ ὅτε ἐδοξάσθη Ἰησοῦς, τοτε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμενα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17Ἐμαρτύρει οὖν ὄχλος ὢν μετ᾽ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημειου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὄχλος, ὅτι ἤκουσεν τοῦτο αὐτὸν πεποιηκεναι τὸ σημεῖον. 19Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς, Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν: ἴδε κοσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.

The Unbelief of The People

20Ἦσαν δε τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνησωσιν ἐν τῇ ἑορτῇ: 21οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λεγοντες, Κύριε, θελομεν τὸν Ἰησοῦν ἰδεῖν. 22Ἔρχεται Φίλιππος καὶ λεγει τῷ Ἀνδρέᾳ: καὶ παλιν Ἀνδρέας καὶ Φίλιππος λεγουσιν τῷ Ἰησοῦ. 23 δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λεγων, Ἐλήλυθεν ὥρα ἵνα δοξασθῇ υἱὸς τοῦ ἀνθρώπου. 24Ἀμὴν ἀμὴν λεγω ὑμῖν, ἐὰν μὴ κοκκος τοῦ σιτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μονος μενει: ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φερει. 25 φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν: καὶ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλαξει αὐτήν. 26Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω: καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ διακονος ἐμὸς ἔσται: καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμησει αὐτὸν πατηρ. 27Νῦν ψυχη μου τεταρακται: καὶ τι εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταυτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταυτην. 28Πάτερ, δοξασον σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, Καὶ ἐδόξασα, καὶ παλιν δοξασω. 29 οὖν ὄχλος ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονεναι: ἄλλοι ἔλεγον, Ἄγγελος αὐτῷ λελαληκεν. 30Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν, Οὐ δι᾽ ἐμὲ αὕτη φωνὴ γεγονεν, ἀλλὰ δι᾽ ὑμᾶς. 31Νῦν κρισις ἐστὶν τοῦ κοσμου τουτου: νῦν ἄρχων τοῦ κοσμου τουτου ἐκβληθήσεται ἔξω. 32Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, παντας ἑλκύσω πρὸς ἐμαυτόν. 33Τοῦτο δὲ ἔλεγεν, σημαινων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνῄσκειν. 34Ἀπεκρίθη αὐτῷ ὄχλος, Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νομου ὅτι χριστὸς μενει εἰς τὸν αἰῶνα: καὶ πῶς σὺ λεγεις, Δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος υἱὸς τοῦ ἀνθρώπου; 35Εἶπεν οὖν αὐτοῖς Ἰησοῦς, Ἔτι μικρὸν χρονον τὸ φῶς μεθ᾽ ὑμῶν ἐστιν. Περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτια ὑμᾶς καταλάβῃ: καὶ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36Ἕως τὸ φῶς ἔχετε, πιστευετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γενησθε.

Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν. 37Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκοτος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν: 38ἵνα λογος Ἠσαΐου τοῦ προφητου πληρωθῇ, ὃν εἶπεν, Κύριε, τις ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Καὶ βραχιων κυριου τινι ἀπεκαλύφθη; 39Διὰ τοῦτο οὐκ ἠδύναντο πιστευειν, ὅτι παλιν εἶπεν Ἠσαΐας, 40Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς, καὶ πεπωρωκεν αὐτῶν τὴν καρδιαν: ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ νοησωσιν τῇ καρδίᾳ, καὶ ἐπιστραφῶσιν, καὶ ἰάσωμαι αὐτούς. 41Ταῦτα εἶπεν Ἠσαΐας, ὅτε εἶδεν τὴν δοξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42Ὅμως μεντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν: ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γενωνται. 43Ἠγάπησαν γὰρ τὴν δοξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δοξαν τοῦ θεοῦ.