1. Home
  2. Read
  3. Byzantine NT

John 13

Jesus Washes the Disciples Feet

1Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κοσμου τουτου πρὸς τὸν πατερα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τελος ἠγάπησεν αὐτούς. 2Καὶ δειπνου γενομενου, τοῦ διαβολου ἤδη βεβληκοτος εἰς τὴν καρδιαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ, 3εἰδὼς Ἰησοῦς ὅτι παντα δεδωκεν αὐτῷ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, 4ἐγείρεται ἐκ τοῦ δειπνου, καὶ τιθησιν τὰ ἱμάτια, καὶ λαβὼν λεντιον διεζωσεν ἑαυτόν. 5Εἶτα βαλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νιπτειν τοὺς ποδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ἦν διεζωσμενος. 6Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον: καὶ λεγει αὐτῷ ἐκεῖνος, Κύριε, συ μου νιπτεις τοὺς ποδας; 7Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8Λέγει αὐτῷ Πέτρος, Οὐ μὴ νίψῃς τοὺς ποδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Ἐὰν μὴ νιψω σε, οὐκ ἔχεις μερος μετ᾽ ἐμοῦ. 9Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, μὴ τοὺς ποδας μου μονον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλην. 10Λέγει αὐτῷ Ἰησοῦς, λελουμενος οὐ χρειαν ἔχει τοὺς ποδας νιψασθαι, ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος: καὶ ὑμεῖς καθαροι ἐστε, ἀλλ᾽ οὐχὶ παντες. 11ᾜδει γὰρ τὸν παραδιδοντα αὐτόν: διὰ τοῦτο εἶπεν, Οὐχὶ παντες καθαροι ἐστε.

12Ὅτε οὖν ἔνιψεν τοὺς ποδας αὐτῶν, καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν παλιν, εἶπεν αὐτοῖς, Γινώσκετε τι πεποιηκα ὑμῖν; 13Ὑμεῖς φωνεῖτέ με, διδασκαλος, καὶ κυριος: καὶ καλῶς λεγετε, εἰμὶ γαρ. 14Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς ποδας, κυριος καὶ διδασκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νιπτειν τοὺς ποδας. 15Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16Ἀμὴν ἀμὴν λεγω ὑμῖν, Οὐκ ἔστιν δοῦλος μειζων τοῦ κυριου αὐτοῦ, οὐδὲ ἀπόστολος μειζων τοῦ πεμψαντος αὐτόν. 17Εἰ ταῦτα οἴδατε, μακαριοι ἐστε ἐὰν ποιῆτε αὐτά. 18Οὐ περὶ παντων ὑμῶν λεγω: ἐγὼ οἶδα οὓς ἐξελεξάμην: ἀλλ᾽ ἵνα γραφὴ πληρωθῇ, τρωγων μετ᾽ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτερναν αὐτοῦ. 19Ἀπ᾽ ἄρτι λεγω ὑμῖν πρὸ τοῦ γενεσθαι, ἵνα, ὅταν γενηται, πιστευσητε ὅτι ἐγώ εἰμι. 20Ἀμὴν ἀμὴν λεγω ὑμῖν, λαμβανων ἐάν τινα πεμψω, ἐμὲ λαμβανει: δὲ ἐμὲ λαμβανων, λαμβανει τὸν πεμψαντα με.

One of You Will Betray Me

21Ταῦτα εἰπὼν Ἰησοῦς ἐταράχθη τῷ πνευματι, καὶ ἐμαρτύρησεν καὶ εἶπεν, Ἀμὴν ἀμὴν λεγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδωσει με. 22Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηται, ἀπορούμενοι περὶ τινος λεγει. 23Ἦν δὲ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα Ἰησοῦς: 24νευει οὖν τούτῳ Σίμων Πέτρος πυθεσθαι τις ἂν εἴη περὶ οὗ λεγει. 25Ἐπιπεσὼν δὲ ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λεγει αὐτῷ, Κύριε, τις ἐστιν; 26Ἀποκρίνεται Ἰησοῦς, Ἐκεῖνός ἐστιν ἐγὼ βαψας τὸ ψωμιον ἐπιδώσω. Καὶ ἐμβάψας τὸ ψωμιον, διδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ. 27Καὶ μετὰ τὸ ψωμιον, τοτε εἰσῆλθεν εἰς ἐκεῖνον Σατανᾶς. Λέγει οὖν αὐτῷ Ἰησοῦς, ποιεῖς, ποιησον ταχιον. 28Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τι εἶπεν αὐτῷ. 29Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσοκομον εἶχεν Ἰούδας, ὅτι λεγει αὐτῷ Ἰησοῦς, Ἀγόρασον ὧν χρειαν ἔχομεν εἰς τὴν ἑορτήν: τοῖς πτωχοῖς ἵνα τι δῷ. 30Λαβὼν οὖν τὸ ψωμιον ἐκεῖνος, εὐθέως ἐξῆλθεν: ἦν δὲ νυξ.