1. Home
  2. Read
  3. Byzantine NT

John 14

Jesus Promises the Holy Spirit

1Μὴ ταρασσεσθω ὑμῶν καρδια: πιστευετε εἰς τὸν θεον, καὶ εἰς ἐμὲ πιστευετε. 2Ἐν τῇ οἰκίᾳ τοῦ πατρος μου μοναὶ πολλαι εἰσιν: εἰ δὲ μη, εἶπον ἂν ὑμῖν: Πορεύομαι ἑτοιμάσαι τοπον ὑμῖν. 3Καὶ ἐὰν πορευθῶ, ἑτοιμάσω ὑμῖν τοπον: παλιν ἔρχομαι καὶ παραληψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. 4Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. 5Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις: καὶ πῶς δυναμεθα τὴν ὁδὸν εἰδέναι; 6Λέγει αὐτῷ Ἰησοῦς, Ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωη: οὐδεὶς ἔρχεται πρὸς τὸν πατερα, εἰ μὴ δι᾽ ἐμοῦ. 7Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατερα μου ἐγνώκειτε ἄν: καὶ ἀπ᾽ ἄρτι γινωσκετε αὐτόν, καὶ ἑωράκατε αὐτόν. 8Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατερα, καὶ ἀρκεῖ ἡμῖν. 9Λέγει αὐτῷ Ἰησοῦς, Τοσοῦτον χρονον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ἑωρακὼς ἐμέ, ἑώρακεν τὸν πατερα: καὶ πῶς σὺ λεγεις, Δεῖξον ἡμῖν τὸν πατερα; 10Οὐ πιστευεις ὅτι ἐγὼ ἐν τῷ πατρι, καὶ πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ: δὲ πατὴρ ἐν ἐμοὶ μενων, αὐτὸς ποιεῖ τὰ ἔργα. 11Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρι, καὶ πατὴρ ἐν ἐμοί: εἰ δὲ μη, διὰ τὰ ἔργα αὐτὰ πιστευετε μοι. 12Ἀμὴν ἀμὴν λεγω ὑμῖν, πιστευων εἰς ἐμέ, τὰ ἔργα ἐγὼ ποιῶ κἀκεῖνος ποιησει, καὶ μειζονα τουτων ποιησει: ὅτι ἐγὼ πρὸς τὸν πατερα μου πορευομαι. 13Καὶ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιησω, ἵνα δοξασθῇ πατὴρ ἐν τῷ υἱῷ. 14Ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιησω. 15Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρησατε. 16Καὶ ἐγὼ ἐρωτήσω τὸν πατερα, καὶ ἄλλον παρακλητον δωσει ὑμῖν, ἵνα μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, 17τὸ πνεῦμα τῆς ἀληθείας, κοσμος οὐ δυναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινωσκει αὐτό. Ὑμεῖς δὲ γινωσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μενει, καὶ ἐν ὑμῖν ἔσται. 18Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς: ἔρχομαι πρὸς ὑμᾶς. 19Ἔτι μικρὸν καὶ κοσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με: ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζησεσθε. 20Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνωσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρι μου, καὶ ὑμεῖς ἐν ἐμοί, καὶ ἐγὼ ἐν ὑμῖν. 21 ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ἀγαπῶν με: δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρος μου: καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22Λέγει αὐτῷ Ἰούδας, οὐχ Ἰσκαριώτης, Κύριε, καὶ τι γεγονεν ὅτι ἡμῖν μελλεις ἐμφανίζειν σεαυτον, καὶ οὐχὶ τῷ κόσμῳ; 23Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λογον μου τηρησει, καὶ πατηρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησομεν. 24 μὴ ἀγαπῶν με, τοὺς λογους μου οὐ τηρεῖ: καὶ λογος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πεμψαντος με πατρος.