1. Home
  2. Read
  3. Byzantine NT

John 16

Your Sorrow Will Turn into Joy

1Ταῦτα λελαληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. 2Ἀποσυναγώγους ποιησουσιν ὑμᾶς: ἀλλ᾽ ἔρχεται ὥρα, ἵνα πᾶς ἀποκτείνας ὑμᾶς δόξῃ λατρειαν προσφερειν τῷ θεῷ. 3Καὶ ταῦτα ποιησουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν πατερα οὐδὲ ἐμέ. 4Ἀλλὰ ταῦτα λελαληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ὥρα, μνημονευητε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ᾽ ὑμῶν ἤμην. 5Νῦν δὲ ὑπάγω πρὸς τὸν πεμψαντα με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; 6Ἀλλ᾽ ὅτι ταῦτα λελαληκα ὑμῖν, λυπη πεπληρωκεν ὑμῶν τὴν καρδιαν. 7Ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λεγω ὑμῖν: συμφερει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω: ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, παρακλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς: ἐὰν δὲ πορευθῶ, πεμψω αὐτὸν πρὸς ὑμᾶς. 8Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κοσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσυνης καὶ περὶ κρισεως: 9περὶ ἁμαρτίας μεν, ὅτι οὐ πιστευουσιν εἰς ἐμέ: 10περὶ δικαιοσυνης δε, ὅτι πρὸς τὸν πατερα μου ὑπάγω, καὶ οὐκέτι θεωρεῖτέ με: 11περὶ δὲ κρισεως, ὅτι ἄρχων τοῦ κοσμου τουτου κεκριται. 12Ἔτι πολλὰ ἔχω λεγειν ὑμῖν, ἀλλ᾽ οὐ δυνασθε βασταζειν ἄρτι. 13Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν: οὐ γὰρ λαλησει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ λαλησει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14Ἐκεῖνος ἐμὲ δοξασει, ὅτι ἐκ τοῦ ἐμοῦ ληψεται, καὶ ἀναγγελεῖ ὑμῖν. 15Πάντα ὅσα ἔχει πατὴρ ἐμά ἐστιν: διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβανει, καὶ ἀναγγελεῖ ὑμῖν. 16Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ παλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν πατερα. 17Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστιν τοῦτο λεγει ἡμῖν, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ παλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ἐγὼ ὑπάγω πρὸς τὸν πατερα; 18Ἔλεγον οὖν, Τοῦτο τι ἐστιν λεγει, τὸ μικρον; Οὐκ οἴδαμεν τι λαλεῖ. 19Ἔγνω οὖν Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾷν, καὶ εἶπεν αὐτοῖς, Περὶ τουτου ζητεῖτε μετ᾽ ἀλλήλων, ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ παλιν μικρὸν καὶ ὄψεσθέ με; 20Ἀμὴν ἀμὴν λεγω ὑμῖν ὅτι κλαυσετε καὶ θρηνησετε ὑμεῖς, δὲ κοσμος χαρησεται: ὑμεῖς δὲ λυπηθησεσθε, ἀλλ᾽ λυπη ὑμῶν εἰς χαρὰν γενησεται. 21 γυνὴ ὅταν τίκτῃ λυπην ἔχει, ὅτι ἦλθεν ὥρα αὐτῆς: ὅταν δὲ γεννήσῃ τὸ παιδιον, οὐκέτι μνημονευει τῆς θλιψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κοσμον. 22Καὶ ὑμεῖς οὖν λυπην μὲν νῦν ἔχετε: παλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρησεται ὑμῶν καρδια, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν. 23Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Ἀμὴν ἀμὴν λεγω ὑμῖν ὅτι ὅσα ἂν αἰτήσητε τὸν πατερα ἐν τῷ ὀνόματί μου, δωσει ὑμῖν. 24Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου: αἰτεῖτε, καὶ ληψεσθε, ἵνα χαρὰ ὑμῶν πεπληρωμενη.

I Have Overcome the World

25Ταῦτα ἐν παροιμιαις λελαληκα ὑμῖν: ἀλλ᾽ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμιαις λαλησω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀναγγελῶ ὑμῖν. 26Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε: καὶ οὐ λεγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατερα περὶ ὑμῶν: 27αὐτὸς γὰρ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιληκατε, καὶ πεπιστευκατε ὅτι ἐγὼ παρὰ τοῦ θεοῦ ἐξῆλθον. 28Ἐξῆλθον παρὰ τοῦ πατρος, καὶ ἐλήλυθα εἰς τὸν κοσμον: παλιν ἀφίημι τὸν κοσμον, καὶ πορευομαι πρὸς τὸν πατερα. 29Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ἴδε, νῦν παρρησίᾳ λαλεῖς, καὶ παροιμιαν οὐδεμίαν λεγεις. 30Νῦν οἴδαμεν ὅτι οἶδας παντα, καὶ οὐ χρειαν ἔχεις ἵνα τις σε ἐρωτᾷ: ἐν τούτῳ πιστευομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Ἄρτι πιστευετε; 32Ἰδού, ἔρχεται ὥρα καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μονον ἀφῆτε: καὶ οὐκ εἰμὶ μονος, ὅτι πατὴρ μετ᾽ ἐμοῦ ἐστιν. 33Ταῦτα λελαληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλιψιν ἔχετε: ἀλλὰ θαρσεῖτε, ἐγὼ νενικηκα τὸν κοσμον.