1. Home
  2. Read
  3. Byzantine NT

John 17

The High Priestly Prayer

1Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπεν, Πάτερ, ἐλήλυθεν ὥρα: δοξασον σου τὸν υἱόν, ἵνα καὶ υἱός σου δοξάσῃ σε: 2καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πασης σαρκος, ἵνα πᾶν δεδωκας αὐτῷ, δωσει αὐτοῖς ζωὴν αἰώνιον. 3Αὕτη δε ἐστιν αἰώνιος ζωη, ἵνα γινωσκωσιν σε τὸν μονον ἀληθινὸν θεον, καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστον. 4Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς: τὸ ἔργον ἐτελείωσα δεδωκας μοι ἵνα ποιησω. 5Καὶ νῦν δοξασον με συ, πατερ, παρὰ σεαυτῷ τῇ δόξῃ εἶχον πρὸ τοῦ τὸν κοσμον εἶναι παρὰ σοι. 6Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δεδωκας μοι ἐκ τοῦ κοσμου: σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δεδωκας: καὶ τὸν λογον σου τετηρηκασιν. 7Νῦν ἔγνωκαν ὅτι παντα ὅσα δεδωκας μοι, παρὰ σοῦ ἐστιν: 8ὅτι τὰ ῥήματα δεδωκας μοι, δεδωκα αὐτοῖς: καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι συ με ἀπέστειλας. 9Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ τοῦ κοσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δεδωκας μοι, ὅτι σοι εἰσιν: 10καὶ τὰ ἐμὰ παντα σα ἐστιν, καὶ τὰ σὰ ἐμά: καὶ δεδοξασμαι ἐν αὐτοῖς. 11Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσίν, καὶ ἐγὼ προς σε ἔρχομαι. Πάτερ ἅγιε, τηρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, δεδωκας μοι, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς. 12Ὅτε ἤμην μετ᾽ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου: οὓς δεδωκας μοι, ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ υἱὸς τῆς ἀπωλείας, ἵνα γραφὴ πληρωθῇ. 13Νῦν δὲ προς σε ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμενην ἐν αὐτοῖς. 14Ἐγὼ δεδωκα αὐτοῖς τὸν λογον σου, καὶ κοσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κοσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κοσμου. 15Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κοσμου, ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16Ἐκ τοῦ κοσμου οὐκ εἰσίν, καθὼς ἐγὼ ἐκ τοῦ κοσμου οὐκ εἰμί. 17Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου: λογος σὸς ἀλήθειά ἐστιν. 18Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κοσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κοσμον. 19Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ. 20Οὐ περὶ τουτων δὲ ἐρωτῶ μονον, ἀλλὰ καὶ περὶ τῶν πιστευοντων διὰ τοῦ λογου αὐτῶν εἰς ἐμέ: 21ἵνα παντες ἓν ὦσιν: καθὼς συ, πατερ, ἐν ἐμοί, κἀγὼ ἐν σοι, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν: ἵνα κοσμος πιστεύσῃ ὅτι συ με ἀπέστειλας. 22Καὶ ἐγὼ τὴν δοξαν ἣν δεδωκας μοι, δεδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν. 23Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμενοι εἰς ἕν, καὶ ἵνα γινώσκῃ κοσμος ὅτι συ με ἀπέστειλας, καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας. 24Πάτερ, οὓς δεδωκας μοι, θελω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ᾽ ἐμοῦ: ἵνα θεωρῶσιν τὴν δοξαν τὴν ἐμὴν ἣν ἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κοσμου. 25Πάτερ δικαιε, καὶ κοσμος σε οὐκ ἔγνω, ἐγὼ δε σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι συ με ἀπέστειλας: 26καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρισω: ἵνα ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς , κἀγὼ ἐν αὐτοῖς.