1. Home
  2. Read
  3. Byzantine NT

John 5

2Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβηθρα, ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πεντε στοὰς ἔχουσα. 3Ἐν ταυταις κατεκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κινησιν. 4Ἄγγελος γὰρ κατὰ καιρὸν κατεβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ: οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, δηποτε κατειχετο νοσηματι. 5Ἦν δε τις ἄνθρωπος ἐκεῖ τριακοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ. 6Τοῦτον ἰδὼν Ἰησοῦς κατακειμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρονον ἔχει, λεγει αὐτῷ, Θέλεις ὑγιὴς γενεσθαι; 7Ἀπεκρίθη αὐτῷ ἀσθενῶν, Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβηθραν: ἐν δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαινει. 8Λέγει αὐτῷ Ἰησοῦς, Ἔγειραι, ἆρον τὸν κραββατον σου, καὶ περιπατει. 9Καὶ εὐθέως ἐγένετο ὑγιὴς ἄνθρωπος, καὶ ἦρεν τὸν κραββατον αὐτοῦ καὶ περιεπατει. Ἦν δὲ σαββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Jesus is Equal with God

10Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ, Σάββατόν ἐστιν: οὐκ ἔξεστίν σοι ἆραι τὸν κραββατον. 11Ἀπεκρίθη αὐτοῖς, ποιησας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κραββατον σου καὶ περιπατει. 12Ἠρώτησαν οὖν αὐτόν, Τίς ἐστιν ἄνθρωπος εἰπών σοι, Ἆρον τὸν κραββατον σου καὶ περιπατει; 13 δὲ ἰαθεὶς οὐκ ᾔδει τις ἐστιν: γὰρ Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14Μετὰ ταῦτα εὑρίσκει αὐτὸν Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ, Ἴδε ὑγιὴς γεγονας: μηκετι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι σοι γενηται. 15Ἀπῆλθεν ἄνθρωπος, καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ποιησας αὐτὸν ὑγιῆ. 16Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, πατηρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. 18Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μονον ἔλυεν τὸ σαββατον, ἀλλὰ καὶ πατερα ἴδιον ἔλεγεν τὸν θεον, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.

The Authority of The Son

19Ἀπεκρίνατο οὖν Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἀμὴν ἀμὴν λεγω ὑμῖν, οὐ δυναται υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἐὰν μη τι βλέπῃ τὸν πατερα ποιοῦντα: γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ υἱὸς ὁμοίως ποιεῖ. 20 γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ παντα δεικνυσιν αὐτῷ αὐτὸς ποιεῖ: καὶ μειζονα τουτων δειξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμαζητε. 21Ὥσπερ γὰρ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ υἱὸς οὓς θελει ζῳοποιεῖ. 22Οὐδὲ γὰρ πατὴρ κρινει οὐδένα, ἀλλὰ τὴν κρισιν πᾶσαν δεδωκεν τῷ υἱῷ: 23ἵνα παντες τιμῶσιν τὸν υἱόν, καθὼς τιμῶσιν τὸν πατερα. μὴ τιμῶν τὸν υἱόν, οὐ τιμᾷ τὸν πατερα τὸν πεμψαντα αὐτόν. 24Ἀμὴν ἀμὴν λεγω ὑμῖν ὅτι τὸν λογον μου ἀκούων, καὶ πιστευων τῷ πεμψαντι με, ἔχει ζωὴν αἰώνιον: καὶ εἰς κρισιν οὐκ ἔρχεται, ἀλλὰ μεταβεβηκεν ἐκ τοῦ θανατου εἰς τὴν ζωην. 25Ἀμὴν ἀμὴν λεγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οἱ ἀκούσαντες ζησονται. 26Ὥσπερ γὰρ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκεν καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ: 27καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρισιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. 28Μὴ θαυμαζετε τοῦτο: ὅτι ἔρχεται ὥρα, ἐν παντες οἱ ἐν τοῖς μνημειοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, 29καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιησαντες, εἰς ἀνάστασιν ζωῆς: οἱ δὲ τὰ φαῦλα πραξαντες, εἰς ἀνάστασιν κρισεως.

Witnesses to Jesus1

30Οὐ δυναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν: καθὼς ἀκούω, κρινω: καὶ κρισις ἐμὴ δικαια ἐστίν: ὅτι οὐ ζητῶ τὸ θελημα τὸ ἐμόν, ἀλλὰ τὸ θελημα τοῦ πεμψαντος με πατρος. 31Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, μαρτυρια μου οὐκ ἔστιν ἀληθής. 32Ἄλλος ἐστὶν μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν μαρτυρια ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτυρηκεν τῇ ἀληθείᾳ. 34Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυριαν λαμβανω, ἀλλὰ ταῦτα λεγω ἵνα ὑμεῖς σωθῆτε. 35Ἐκεῖνος ἦν λυχνος καιομενος καὶ φαινων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. 36Ἐγὼ δὲ ἔχω τὴν μαρτυριαν μειζω τοῦ Ἰωάννου: τὰ γὰρ ἔργα ἔδωκέν μοι πατὴρ ἵνα τελειωσω αὐτά, αὐτὰ τὰ ἔργα ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι πατηρ με ἀπέσταλκεν. 37Καὶ πεμψας με πατηρ, αὐτὸς μεμαρτυρηκεν περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πωποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε. 38Καὶ τὸν λογον αὐτοῦ οὐκ ἔχετε μενοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστευετε. 39Ἐρευνᾶτε τὰς γραφας, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ: 40καὶ οὐ θελετε ἐλθεῖν προς με, ἵνα ζωὴν ἔχητε. 41Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβανω: 42ἀλλ᾽ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρος μου, καὶ οὐ λαμβανετε με: ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον ληψεσθε. 44Πῶς δυνασθε ὑμεῖς πιστεῦσαι, δοξαν παρὰ ἀλλήλων λαμβανοντες, καὶ τὴν δοξαν τὴν παρὰ τοῦ μονου θεοῦ οὐ ζητεῖτε; 45Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορησω ὑμῶν πρὸς τὸν πατερα: ἔστιν κατηγορῶν ὑμῶν, Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί: περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47Εἰ δὲ τοῖς ἐκείνου γραμμασιν οὐ πιστευετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστευσετε;