1. Home
  2. Read
  3. Byzantine NT

John 9

Jesus Heals a Man Born Blind

1Καὶ παραγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λεγοντες, Ῥαββί, τις ἥμαρτεν, οὗτος οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3Ἀπεκρίθη Ἰησοῦς, Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ: ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. 4Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πεμψαντος με ἕως ἡμέρα ἐστίν: ἔρχεται νυξ, ὅτε οὐδεὶς δυναται ἐργάζεσθαι. 5Ὅταν ἐν τῷ κόσμῳ , φῶς εἰμι τοῦ κοσμου. 6Ταῦτα εἰπών, ἔπτυσεν χαμαι, καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτυσματος, καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, 7καὶ εἶπεν αὐτῷ, Ὕπαγε νιψαι εἰς τὴν κολυμβηθραν τοῦ Σιλωάμ- ἑρμηνεύεται, Ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλεπων. 8Οἱ οὖν γειτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ προτερον ὅτι τυφλὸς ἦν, ἔλεγον, Οὐχ οὗτός ἐστιν καθημενος καὶ προσαιτῶν; 9Ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν: ἄλλοι δὲ ὅτι Ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. 10Ἔλεγον οὖν αὐτῷ, Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, Ἄνθρωπος λεγομενος Ἰησοῦς πηλὸν ἐποίησεν, καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμούς, καὶ εἶπέν μοι, Ὕπαγε εἰς τὴν κολυμβηθραν τοῦ Σιλωάμ, καὶ νιψαι. Ἀπελθὼν δὲ καὶ νιψαμενος, ἀνέβλεψα. 12Εἶπον οὖν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; Λέγει, Οὐκ οἶδα.

13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τον ποτε τυφλον. 14Ἦν δὲ σαββατον ὅτε τὸν πηλὸν ἐποίησεν Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλεπω. 16Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινες, Οὗτος ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ, ὅτι τὸ σαββατον οὐ τηρεῖ. Ἄλλοι ἔλεγον, Πῶς δυναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχισμα ἦν ἐν αὐτοῖς. 17Λέγουσιν τῷ τυφλῷ παλιν, Σὺ τι λεγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέν σου τοὺς ὀφθαλμούς; δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. 18Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος, 19καὶ ἠρώτησαν αὐτοὺς λεγοντες, Οὗτός ἐστιν υἱὸς ὑμῶν, ὃν ὑμεῖς λεγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλεπει; 20Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη: 21πῶς δὲ νῦν βλεπει, οὐκ οἴδαμεν: τις ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν: αὐτὸς ἡλικίαν ἔχει: αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλησει. 22Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους: ἤδη γὰρ συνετεθειντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστον, ἀποσυνάγωγος γενηται. 23Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. 24Ἐφώνησαν οὖν ἐκ δευτερου τὸν ἄνθρωπον ὃς ἦν τυφλος, καὶ εἶπον αὐτῷ, Δὸς δοξαν τῷ θεῷ: ἡμεῖς οἴδαμεν ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. 25Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα: ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλεπω. 26Εἶπον δὲ αὐτῷ παλιν, Τί ἐποίησέν σοι; Πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27Ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί παλιν θελετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θελετε αὐτοῦ μαθηταὶ γενεσθαι; 28Ἐλοιδόρησαν αὐτόν, καὶ εἶπον, Σὺ εἶ μαθητὴς ἐκείνου: ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηται. 29Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελαληκεν θεος: τοῦτον δὲ οὐκ οἴδαμεν ποθεν ἐστίν. 30Ἀπεκρίθη ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν γὰρ τούτῳ θαυμαστον ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε ποθεν ἐστίν, καὶ ἀνέῳξέν μου τοὺς ὀφθαλμούς. 31Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν θεὸς οὐκ ἀκούει: ἀλλ᾽ ἐάν τις θεοσεβὴς , καὶ τὸ θελημα αὐτοῦ ποιῇ, τουτου ἀκούει. 32Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημενου. 33Εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδασκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.