1. Home
  2. Read
  3. Byzantine NT

Jude 1

5Ὑπομνῆσαι δὲ ὑμᾶς βουλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι κυριος, λαὸν ἐκ γῆς Αἰγύπτου σωσας, τὸ δευτερον τοὺς μὴ πιστευσαντας ἀπώλεσεν. 6Ἀγγέλους τε τοὺς μὴ τηρησαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρισιν μεγαλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζοφον τετηρηκεν. 7Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πολεις, τὸν ὅμοιον τουτοις τροπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, προκεινται δεῖγμα, πυρὸς αἰωνίου δικην ὑπέχουσαι. 8Ὁμοίως μεντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σαρκα μὲν μιαινουσιν, κυριοτητα δὲ ἀθετοῦσιν, δοξας δὲ βλασφημοῦσιν. 9 δὲ Μιχαὴλ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινομενος διελεγετο περὶ τοῦ Μωϋσέως σωματος, οὐκ ἐτόλμησεν κρισιν ἐπενεγκεῖν βλασφημιας, ἀλλ᾽ εἶπεν, Ἐπιτιμήσαι σοι κυριος. 10Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν: ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τουτοις φθειρονται. 11Οὐαὶ αὐτοῖς: ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. 12Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλαδες, συνευωχουμενοι, ἀφόβως ἑαυτοὺς ποιμαινοντες: νεφελαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερομεναι: δενδρα φθινοπωρινα, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα: 13κυματα ἄγρια θαλασσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας: ἀστέρες πλανῆται, οἷς ζοφος τοῦ σκοτους εἰς αἰῶνα τετηρηται. 14Προεφήτευσεν δὲ καὶ τουτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λεγων, Ἰδού, ἦλθεν κυριος ἐν ἁγίαις μυριασιν αὐτοῦ, 15ποιῆσαι κρισιν κατὰ παντων, καὶ ἐλέγξαι παντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ παντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ παντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. 16Οὗτοί εἰσιν γογγυσται, μεμψιμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευομενοι, καὶ τὸ στομα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμαζοντες προσωπα ὠφελείας χαριν.