1. Home
  2. Read
  3. Byzantine NT

Luke 1

8Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ ταξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ, 9κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυριου. 10Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχομενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιαματος. 11Ὤφθη δὲ αὐτῷ ἄγγελος κυριου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηριου τοῦ θυμιαματος. 12Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φοβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. 13Εἶπεν δὲ πρὸς αὐτὸν ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία: διοτι εἰσηκούσθη δεησις σου, καὶ γυνη σου Ἐλισάβετ γεννησει υἱόν σοι, καὶ καλεσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14Καὶ ἔσται χαρα σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννησει αὐτοῦ χαρησονται. 15Ἔσται γὰρ μεγας ἐνώπιον τοῦ κυριου, καὶ οἶνον καὶ σικερα οὐ μὴ πίῃ, καὶ πνευματος ἁγίου πλησθησεται ἔτι ἐκ κοιλιας μητρὸς αὐτοῦ. 16Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κυριον τὸν θεὸν αὐτῶν: 17καὶ αὐτὸς προελευσεται ἐνώπιον αὐτοῦ ἐν πνευματι καὶ δυναμει Ἠλίου, ἐπιστρέψαι καρδιας πατερων ἐπὶ τεκνα, καὶ ἀπειθεῖς ἐν φρονησει δικαιων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμενον. 18Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τι γνωσομαι τοῦτο; Ἐγὼ γαρ εἰμι πρεσβυτης, καὶ γυνη μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19Καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῷ, Ἐγώ εἰμι Γαβριὴλ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ: καὶ ἀπεστάλην λαλῆσαι προς σε, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. 20Καὶ ἰδού, ἔσῃ σιωπῶν καὶ μὴ δυναμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γενηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λογοις μου, οἵτινες πληρωθησονται εἰς τὸν καιρὸν αὐτῶν. 21Καὶ ἦν λαὸς προσδοκῶν τὸν Ζαχαρίαν: καὶ ἐθαύμαζον ἐν τῷ χρονιζειν αὐτὸν ἐν τῷ ναῷ. 22Ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς: καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ: καὶ αὐτὸς ἦν διανευων αὐτοῖς, καὶ διεμενεν κωφος. 23Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργιας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

Birth of Jesus Foretold

26Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πολιν τῆς Γαλιλαίας, ὄνομα Ναζαρέτ, 27πρὸς παρθενον μεμνηστευμενην ἀνδρί, ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυίδ: καὶ τὸ ὄνομα τῆς παρθενου Μαριάμ. 28Καὶ εἰσελθὼν ἄγγελος πρὸς αὐτὴν εἶπεν, Χαῖρε, κεχαριτωμενη: κυριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξιν. 29 δὲ ἰδοῦσα διεταραχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογιζετο ποταπὸς εἴη ἀσπασμὸς οὗτος. 30Καὶ εἶπεν ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ: εὗρες γὰρ χαριν παρὰ τῷ θεῷ. 31Καὶ ἰδού, συλλήψῃ ἐν γαστρι, καὶ τέξῃ υἱόν, καὶ καλεσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32Οὗτος ἔσται μεγας, καὶ υἱὸς ὑψίστου κληθησεται: καὶ δωσει αὐτῷ κυριος θεὸς τὸν θρονον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, 33καὶ βασιλευσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλειας αὐτοῦ οὐκ ἔσται τελος. 34Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινωσκω; 35Καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σε, καὶ δυναμις ὑψίστου ἐπισκιάσει σοι: διὸ καὶ τὸ γεννωμενον ἅγιον κληθησεται υἱὸς θεοῦ. 36Καὶ ἰδού, Ἐλισάβετ συγγενης σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γηρει αὐτῆς: καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. 37Ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ θεῷ πᾶν ῥῆμα. 38Εἶπεν δὲ Μαριάμ, Ἰδού, δουλη κυριου: γενοιτο μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ἄγγελος.

Mary’s Song of Praise: The Magnificat

39Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταυταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πολιν Ἰούδα, 40καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41Καὶ ἐγένετο ὡς ἤκουσεν Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησεν τὸ βρεφος ἐν τῇ κοιλίᾳ αὐτῆς: καὶ ἐπλήσθη πνευματος ἁγίου Ἐλισάβετ, 42καὶ ἀνεφώνησεν φωνῇ μεγάλῃ, καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξιν, καὶ εὐλογημένος καρπὸς τῆς κοιλιας σου. 43Καὶ ποθεν μοι τοῦτο, ἵνα ἔλθῃ μητηρ τοῦ κυριου μου προς με; 44Ἰδοὺ γαρ, ὡς ἐγένετο φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρεφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. 45Καὶ μακαρια πιστευσασα, ὅτι ἔσται τελειωσις τοῖς λελαλημενοις αὐτῇ παρὰ κυριου. 46Καὶ εἶπεν Μαριάμ, Μεγαλύνει ψυχη μου τὸν κυριον, 47καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου. 48Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπεινωσιν τῆς δουλης αὐτοῦ. Ἰδοὺ γαρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαι. 49Ὅτι ἐποίησέν μοι μεγαλεῖα δυνατος, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. 50Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμενοις αὐτόν. 51Ἐποίησεν κρατος ἐν βραχιονι αὐτοῦ: διεσκορπισεν ὑπερηφάνους διανοίᾳ καρδιας αὐτῶν. 52Καθεῖλεν δυναστας ἀπὸ θρονων, καὶ ὕψωσεν ταπεινους. 53Πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλεν κενους. 54Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55καθὼς ἐλάλησεν πρὸς τοὺς πατερας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπερματι αὐτοῦ εἰς τὸν αἰῶνα.

The Birth of John the Baptist

57Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη χρονος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58Καὶ ἤκουσαν οἱ περιοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κυριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνεχαιρον αὐτῇ. 59Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ, ἦλθον περιτεμεῖν τὸ παιδιον: καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60Καὶ ἀποκριθεῖσα μητηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθησεται Ἰωάννης. 61Καὶ εἶπον πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. 62Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ, τὸ τι ἂν θελοι καλεῖσθαι αὐτόν. 63Καὶ αἰτήσας πινακιδιον ἔγραψεν, λεγων, Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ: καὶ ἐθαύμασαν παντες. 64Ἀνεῴχθη δὲ τὸ στομα αὐτοῦ παραχρῆμα καὶ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεον. 65Καὶ ἐγένετο ἐπὶ παντας φοβος τοὺς περιοικοῦντας αὐτούς: καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο παντα τὰ ῥήματα ταῦτα. 66Καὶ ἔθεντο παντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λεγοντες, Τί ἄρα τὸ παιδιον τοῦτο ἔσται; Καὶ χεὶρ κυριου ἦν μετ᾽ αὐτοῦ.

Zechariah’s Prophecy

67Καὶ Ζαχαρίας πατὴρ αὐτοῦ ἐπλήσθη πνευματος ἁγίου, καὶ προεφητευσεν, λεγων, 68Εὐλογητὸς κυριος θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λυτρωσιν τῷ λαῷ αὐτοῦ, 69καὶ ἤγειρεν κερας σωτηριας ἡμῖν ἐν τῷ οἴκῳ Δαυὶδ τοῦ παιδὸς αὐτοῦ- 70καθὼς ἐλάλησεν διὰ στοματος τῶν ἁγίων τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ- 71σωτηριαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς παντων τῶν μισουντων ἡμᾶς: 72ποιῆσαι ἔλεος μετὰ τῶν πατερων ἡμῶν, καὶ μνησθῆναι διαθηκης ἁγίας αὐτοῦ, 73ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατερα ἡμῶν, τοῦ δοῦναι ἡμῖν, 74ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας, λατρευειν αὐτῷ 75ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πασας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. 76Καὶ συ, παιδιον, προφητης ὑψίστου κληθήσῃ: προπορεύσῃ γὰρ πρὸ προσωπου κυριου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ: 77τοῦ δοῦναι γνῶσιν σωτηριας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78διὰ σπλαγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, 79ἐπιφᾶναι τοῖς ἐν σκοτει καὶ σκιᾷ θανατου καθημενοις, τοῦ κατευθῦναι τοὺς ποδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.